1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

11

οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσουσι τῷ Πατρί. Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτῷ ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Τὸ δὲ, Εὐ λόγει, ἡ ψυχή μου, τὸν Κύριον, σύμφωνον ὑπάρχει τῷ προοιμίῳ τὸ τέλος. Καλέσας γὰρ εἰς κοινωνίαν τῆς ὑμνῳδίας τὰς νοητὰς οὐσίας, διδάσκει καὶ ἡμᾶς, ὡς δυνατὸν, γεραίρειν τὸν Ποιητὴν, καὶ ἰσόμετρον τῇ δυνάμει προσφέρειν τὸν χαριστήριον ὕμνον, ὅτι αὐτῷ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΨΑΛΜ. ΡΓʹ.

αʹ. Ἡ τοῦ παναγίου Πνεύματος χάρις οὐ μόνον ἠθικὴν καὶ δογματικὴν

διδασκαλίαν τοῖς ἀνθρώποις προσφέρει, ἀλλὰ καὶ ὅπως ὑμνεῖν χρὴ τὸν Ποιητὴν ἀκριβῶς ἐκπαι δεύει. ∆ιά τοι τοῦτο τοῦτον συνεγράψατο τὸν ψαλμὸν, τῷ μακαρίῳ ∆αυῒδ ὑπουργῷ χρησαμένη, ὡς ἂν μάθοιεν ἅπαντες τίσιν ὕμνοις χρὴ τὸν εὐεργέτην ἀμείβεσθαι. Τὰς μέντοι κοινὰς εὐεργεσίας ἐνταῦθα διέξεισι, καὶ δεί κνυσι ποιητὴν ἁπάντων ὁμοῦ καὶ πρύτανιν τὸν τῶν ὅλων Θεόν. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ὁ μὲν Θεὸς ἄνθρωπον εὐλογεῖ, ἐν ἀσφαλείᾳ καθιστῶν καὶ λαμπρό τερον ποιῶν, καθάπερ τὸν Ἀβραάμ· ὁ δὲ ἄνθρωπος οὐχ οὕτως, ἀλλ' αὑτὸν τότε λαμπρότερον ποιῶν. Ἄν τε γὰρ ὁ Θεὸς εὐλογῇ, ἄν τε ἄνθρωπος τὸν Θεὸν, ἑκατέρω θεν τὸ κέρδος εἰς τὸν ἄνθρωπον διαβαίνει· τὸ γὰρ Θεῖον ἀπροσδεές. Ὑμνεῖν τε διδάσκει τὸν εὐεργέτην Θεὸν ἕκαστον τὸν τῆς εὐσεβείας τρόφιμον. Κύριος ὁ Θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα. Ἐπιτάσεως καὶ ἐνταῦθα τὸ, Ὡς· τὸ δὲ, Ἐμεγαλύνθης σφόδρα, οὐκ αὐξήσεως δηλωτικὸν, ἀλλὰ τοῦ ἀμετρήτου μεγέθους ση μαντικόν· οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· Κύριε ὁ Θεός μου, μέγας εἶ σφόδρα. Οὐ γὰρ σμικρὸς ὢν ἐμεγαλύνθης· ἀλλὰ φύσει μέγας ὢν, τοῦτο τοῖς εὐσεβέ σιν ἐδείχθης. Πῶς δὲ γίνεται μέγας ὁ ἀεὶ ὢν μέγας, καὶ μὴ δεόμενος προσθήκης, ἀλλ' ἀεὶ τέλειος ὤν; πῶς με γαλύνεται; Ὅταν οἱ ἀνακείμενοι αὐτῷ βίον ἄριστον ἐπι δείξωνται, ὅταν καὶ διὰ ῥημάτων καὶ δι' ἔργων αὐτὸν ἀνυμνῶσι, μεγαλύνεται τότε, οὐκ αὐτός τι προσλαμβά νων εἰς μέγεθος, ἀλλὰ τοῖς ἀγνοοῦσιν αὐτὸν διὰ τῶν θε ραπευόντων μέγας δεικνύμενος διὰ μεγαλουργίας κτι σμάτων ποικιλίας τε καὶ προνοίας. Χαίρουσα δὲ ἡ ψυχὴ τῷ τοσούτῳ φησί· Κύριε ὁ Θεός μου· σεμνυνομένης γὰρ ἡ φωνή. Τίνα δὲ τρόπον ἐμεγαλύνθη ἐπάγει· Ἐξομολό γησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω. Ὁ δὲ Σύμμαχος οὕτως, Ὕμνον καὶ εὐδοξίαν ἠμφιάσω. Οὐκ ἔτι γάρ σε ἀγνοοῦσιν οἱ τῶν σῶν ἀπολαύοντες ἀγαθῶν, οὐδὲ τοῖς εἰδώλοις τὸ σὸν σέβας προσφέρουσιν, ἀλλά σε ὑμνοῦσι, καί σοι τὸ τῆς δοξολογίας ἐκτίνουσι χρέος. Εἰ γὰρ καὶ ἱκανὴ εἰς δήλωσιν τοῦ μεγέθους τοῦ Θεοῦ ἡ τῶν ἀγγέλων δημιουργία, ἡ τῶν οὐρανῶν ἔκτασις, ἡ τῆς γῆς θεμελίω σις, καὶ ἄλλα ὅσα τούτοις ὁ ψαλμῳδὸς ἐπήγαγεν, ἀλλὰ τούτων ἱκανώτερον τὸ γενέσθαι τὸν Σωτῆρα ἄνθρωπον, καὶ μεῖναι Θεὸν, παθεῖν τε τὰ ἡμέτερα, καὶ φυλάξαι τὴν οἰκείαν ἀπάθειαν. ∆ιόπερ δεύτερα ταῦτα τῇ τάξει ὄντα, πρότερα τῶν ἄλλων ὅμως ἔταξεν, ὡς τῇ δυνάμει τυγχάνοντα πρότερα. Ἐξομολόγησιν τὴν ἀφ' ἡμῶν σάρκα φησὶν, ἐπειδὴ δι' αὐτῆς τῷ Θεῷ τὴν ὑπὲρ ἡμῶν προσ ήγαγεν ἐξομολόγησιν, ὥστε βοᾷν τῷ Πατρί· Ἐξομολο γοῦμαί σοι, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπ έκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ὅσα τοιαῦτα· μεγαλοπρέπειαν δὲ, ἐπειδήπερ μεγάλως καὶ λίαν ὑπερβαλλόντως ἔπρεπε διασῶσαι τὸ ἡμέτερον φύ ραμα. Ἀλλὰ γὰρ καὶ ἐνδύσασθαι ταύτην αὐτὸν τὴν ἐξομολόγησιν καὶ τὴν μεγαλοπρέπειάν φησιν, οὐχ ὡς πάλιν ἀποδύεσθαι μέλλοντα, ἀλλ' ὥστε δειχθῆναι, ὅτι σαρκωθεὶς οὐ μετεβλήθη εἰς ἄνθρωπον, ἀλλὰ καὶ Θεὸς μένει καὶ ἄνθρωπος γίνεται. Ὁ ἀναβαλλόμενος