1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

20

αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ. Ἐν τούτῳ τῷ ψαλμῷ προστάττει τοῖς ἁγίοις ἀποστόλοις τὸ Πνεῦμα τὸ ἅγιον, τῷ ἐξ ἐθνῶν λαῷ 55.654 φανερὰς ποιῆσαι πάσας τὰς θαυματουργίας, ἃς πεποίη ται ἐπὶ τῆς παρουσίας αὐτοῦ ὁ Κύριος. Τὸ δὲ Ἐπικα λεῖσθε, Κηρύσσετε ὁ Σύμμαχος ἡρμήνευσε. Παρακε λεύεται δὲ ὁ λόγος τὴν εὐχαριστήριον ὑμνῳδίαν προσφέ ρειν, καὶ διηγεῖσθαι τὰς θείας εὐεργεσίας. Ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. ∆ῆλόν ἐστι καὶ σαφὲς, ὡς ὄνησιν οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ τοῖς ἔθνεσιν ἅπασι πραγματεύεται. Ἄσατε αὐτῷ, καὶ ψάλατε αὐτῷ· διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ. Ἄσατε μὲν, τὰς γλώσσας εἰς ἐκφώνησιν τῶν ὕμνων παρέχοντες· Ψάλατε δὲ, συνιέντες τὰ μελῳδούμενα, ὕμνοις τε αὐ τὸν καὶ μελῳδίαις ἀμείβεσθε, καὶ τοὺς ἀγνοοῦντας τὰ παρ' αὐτοῦ γεγενημένα διδάξατε θαύματα. Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ. Ὁ δὲ Ἀκύλας, Καυχᾶσθε, ἀντὶ τοῦ, Ἐπαινεῖσθε, τέθεικε. Παρακελεύεται δὲ ὁ λόγος μὴ ἐπὶ πλούτῳ, μὴ ἐπὶ ῥώμῃ, μὴ ἐπὶ δυ ναστείᾳ μέγα φρονεῖν, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ γνώσει καὶ προμηθείᾳ. Τοῦτο παρηγγύησε καὶ ὁ θεῖος Ἀπόστολος· Ὁ καυχώμενος γὰρ, φησὶν, ἐν Κυρίῳ καυχάσθω. Ταῦτα καὶ ἡ σοφωτάτη Ἄννα διέξεισι· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ. Εὐφρανθήτω καρδία ζη τούντων τὸν Κύριον. Ἀπὸ ἐξομολογήσεως ἀρξάμενος εἰς εὐφροσύνην κατέληξεν. Ἀρχὴ γὰρ τοῦ προκόπτειν, τὸ τὰς ἰδίας ἐξαγορεύειν ἁμαρτίας μετανοοῦντας διὰ καρπῶν ἀγαθῶν, κατὰ τὸ, Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας. Τότε γὰρ θαῤῥήσομεν ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ, καὶ τευξόμεθα τῶν ἐξ αὐτοῦ χαρισμάτων, ἐξ ὧν αὐτοὶ ἔγνωμεν καὶ ἑτέρους ὠφελοῦντες· εἶτα κατ αξιωθέντες τῆς κατὰ Θεὸν εὐθυμίας, ᾄδειν αὐτῷ καὶ ψάλλειν δυνησόμεθα, καὶ λοιπὸν τὰ τῆς θείας Γραφῆς ἑρμηνεύειν ἀπόῤῥητα. Ταῦτα γὰρ αὐτοῦ τὰ θαυμάσια. Τότε γὰρ, ὡς τοσαῦτα κατωρθωκότες, ἐν τῷ ὀνόματι αὐτοῦ ἐπαινεθησόμεθα. Τῆς γὰρ εἰς τὸν Θεὸν ἐλπίδος εὐφροσύνη καρπός. Ζητήσατε τὸν Κύριον, καὶ κρα ταιώθητε. Καὶ διδάσκων πῶς δεῖ τοῦτο ποιεῖν, ἐπήγαγε· Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός. Οὐ γὰρ ἅπαξ ἢ δὶς, ἀλλὰ παρὰ πάντα τὸν βίον τὴν ἄνωθεν ἐπι κουρίαν προσήκει ζητεῖν, καὶ τὴν ὠφέλειαν καρ ποῦσθαι· ἄμαχοι γὰρ οἱ ζητοῦντες ἔσονται καὶ ἀήττητοι. Αἰτεῖτε. καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμ βάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγή σεται. Τί δέ ἐστι ζήτησις; Τὸ συνεχῶς ἐκεῖνον ἐννοεῖν. Ὁ γὰρ ζητῶν, ἐπὶ διανοίας ἐκεῖνος ἔχει τὸ ζητούμενον. ∆ιεγείρει δὲ τῶν ἐθνῶν τοὺς κήρυκας εἰς τὸ ζητῆσαι τὸν Κύριον· κραταιοῦσθαι γὰρ ἐντεῦθεν αὐτοὺς, ὡς ἂν κράτους ὑπάρχοντας ἐνδεεῖς πρὸς τὸ ποιεῖν τὰ προσ τεταγμένα, καὶ πᾶσιν Ἕλλησι καὶ βαρβάροις κηρύξαν τας, κατὰ τὸ, Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομέ νοις δυνάμει πολλῇ. Τὸ δὲ, διαπαντὸς ζητεῖν, ἀντ έσταλται τῷ κατὰ Μωϋσέα, τρίτον φαίνεσθαι τοῦ ἐνιαυ τοῦ ἐνώπιον αὐτοῦ. Ὥσπερ δὲ κατὰ τὴν ἱστορίαν ὁ Σα μουὴλ ἐν τῇ τοῦ μαρτυρίου σκηνῇ λειτουργῶν ἑώρα τοῦ Θεοῦ τὸ πρόσωπον, οὕτως οἱ προκόπτοντες ἐν ἐξ ετάσει δογμάτων ἀεὶ καὶ πράξει τῶν ἀρετῶν, διαπαντὸς αὐτοῦ ζητοῦσι τὸ πρόσωπον, ἰδεῖν βουλόμενοι τοῦτον νοῒ καθαρῷ, ὅπερ ἐστὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, τοῦ Θεοῦ τοῦ ἀοράτου τυγχάνων εἰκών· διὸ καὶ ὁ ὁρῶν αὐτὸν, εὐθὺς ὁρᾷ τὸν Πατέρα. Μνήσθητε τῶν θαυμα σίων αὐτοῦ, ὧν ἐποίησε· τὰ τέρατα αὐτοῦ, καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ.

βʹ. Μὴ παράδοτε λήθῃ τὰς ἀῤῥήτους θαυματουργίας, ἃ ὁ ∆εσπότης εἰργάσατο. Κρίματα γὰρ ἐνταῦθα προσ ηγόρευσε τὰ ἐνδίκως ὑπὸ τοῦ Θεοῦ γεγενημένα θαύ ματα. Ἐπειδὴ γὰρ τῶν ἐν Αἰγύπτῳ γεγενημένων ποιεῖ ται διήγησιν, προδιδάσκει τῆς Αἰγυπτίων τιμωρίας τὸ δίκαιον. Στόμα δὲ ὁ λόγος αὐτοῦ, ὡς ἀκριβοῦς δίκη νομοθέτου