1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

21

καὶ παιδευτοῦ κεκριμένα παρήγγειλε. ∆οκεῖ δέ μοι ἐνταῦθα τοὺς νόμους λέγειν, τοὺς ἐν οὐρανῷ, τοὺς ἐν γῇ, τοὺς ἐν θαλάττῃ, τοὺς ὑπὸ γῆν, τοὺς ὑπ' οὐρανόν. Οὐ γὰρ δὴ μόνος ἄνθρωπος ἔλαβε νόμον, ἀλλὰ τὰ ὁρώμενα πάντα· ἡ θάλαττα, τὸ μὴ ὑπερβαίνειν τοὺς αἰγιαλούς· τὰ ὄρη, τὸ πεπηγέναι· ἡ γῆ, τὸ ἑστάναι· καὶ πάντα ὁμοίως τοῖς οἰκείοις διοικεῖται νόμοις. Καὶ ταῦτα ἅπαντα ἐπιτάγματι γέγονε Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ. Τοὺς αὐτοὺς καὶ τοῦτο κἀκεῖνο καλεῖ, ὡς τοὺς μὲν ἀπογόνους, τοὺς δὲ υἱοὺς χρηματίσαντας. Ἐκλεκτοὺς δὲ προσηγόρευσεν, ὡς, παρὰ πάντα τὰ ἔθνη λαὸν κληθέντας Θεοῦ. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν. Ἐπεὶ μὴ πάντες οἱ ἐξ 55.655 Ἰσραὴλ, οὗτοι Ἰσραήλ· μηδ' ὅσοι σπέρμα Ἀβραὰμ,πάντες τέκνα. Καὶ γὰρ ὁ Σωτὴρ ἔλεγεν· Οἶδα ὅτι σπέρμα τοῦ Ἀβραάμ ἐστε· καὶ πάλιν· Εἰ σπέρμα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε. Οἱ μὲν γὰρ, σπέρμα μόνον· οἱ δὲ καὶ διὰ τρόπων εἰσὶ μιμηταὶ, τυγχάνοντες ἐκλεκτοὶ καὶ υἱοὶ ὄντες· ὅπερ οὐκ ἔφη περὶ τοῦ σπέρματος, ἀλλ' ὅτι ∆οῦλοι· ἑκάτε ρον δὲ νῦν εἶπε περὶ τῶν μαθητῶν· καὶ γὰρ ἦσαν ἀμ φότερα, καὶ δοῦλοι ὡς σπέρμα, καὶ ἐκλεκτοὶ ὡς υἱοί· κατὰ τὸ, Τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς, οὒς καὶ ἀποστόλους ὠνόμασε· καὶ τὸ, Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; Τὸ δὲ τῶν ἐκλεκτῶν νοή σεις ἐξαίρετον ἀπὸ τοῦ, Πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν· ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. Ὁ γὰρ αὐτὸς ὢν ἁπάντων Θεὸς καὶ Κύριος, καὶ πάσης δεσπόζων τῆς οἰκουμένης, τού τους ἴδιον λαὸν προσηγόρευσε. ∆ιὸ προσέταξεν ἀπαγ γεῖλαι τὰ κρίματα τοῦ στόματος αὐτοῦ, διὰ τὸ πάντας ὑποκεῖσθαι τοῖς αὐτοῦ κρίμασι· διὸ οὐκ Ἰουδαίους μό νον, ἀλλὰ καὶ πάντας ἠξίωσε κλήσεως. Καὶ ἄλλος δέ φησιν, ὡς ἡ πρόνοια τοῦ Θεοῦ ἡμῶν τὸν ἅπαντα κόσμον θείοις κρίμασι διοικεῖ. Ἐμνήσθη διὰ τὸν αἰῶνα διαθή κης αὐτοῦ· λόγου, οὗ ἐνετείλατο εἰς χιλίας γενεάς. Τὸ διαρκὲς καὶ μόνιμον τῶν πρὸς τὸν Ἀβραὰμ γεγε-νημένων ὑποσχέσεων διὰ τούτων διδάσκει. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, ὑπερβολικὸς ὁ λόγος, ἀλλ' ἀληθὴς καὶ θεῖος. Ὑπέσχετο δὲ ὁ τῶν ὅλων Θεὸς ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη· σπέρμα δὲ αὐτοῦ, ὁ ∆εσπότης Χριστὸς κατὰ σάρκα, ὃς αἰώνιον ἔχει τὸ κρά τος καὶ τὴν βασιλείαν ἀνώλεθρον. Τοῦτο δὲ καὶ τῶν χι λίων γενεῶν ἡ μνήμη παραδηλοῖ. Οὐ γὰρ ἐτῶν ἀριθμὸν ὁ λόγος σημαίνει, ἀλλὰ τὸ διαρκὲς καὶ αἰώνιον τῶν γε νεῶν τὸ πλῆθος αἰνίττεται, ἢ καὶ διὰ τὴν πρὸς μονάδα οἰκείωσιν, ὡς κἀν τῷ, Χιλιάδες εὐθηνούντων· καὶ πάλιν, Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Ὃν διέθετο τῷ Ἀβραάμ· καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ἰσαάκ. Καὶ ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον. Τοῦτον τὸν ὅρκον καὶ ὁ θεσπέσιος ἐμνημόνευσε Μωϋσῆς. Εἶπε γὰρ, φησὶν, ὁ Θεὸς πρὸς Ἀβραάμ· Κατ' ἐμαυτοῦ ὤμοσα· ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ· καὶ, Ἐνευ λογηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Τούτῳ τῷ ὅρκῳ καὶ τὸν Ἰσαὰκ ἀναμιμνή σκει, βεβαιοῖ δὲ καὶ πρὸς τὸν Ἰακὼβ τὰς συνθήκας. Καὶ μέντοι καὶ πληροῖ ταύτας, διὰ μὲν Μωϋσέως τοὺς ἐκεί νων ἐκγόνους τῆς Αἰγυπτίων ἐλευθερώσας δουλείας, διὰ δὲ Ἰησοῦ τοῦ Ναυῆ τὴν ἐπηγγελμένην γῆν ἀποδοὺς, τὸ δὲ τέλος τῆς ἐπαγγελίας διὰ τοῦ ∆εσπότου συμπεράνας Χριστοῦ. Λέγων, Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοί νισμα κληρονομίας ὑμῶν. Σχοίνισμα τὴν τῆς γῆς ἐκάλεσε δεσποτείαν· τῶν κεκτημένων γὰρ ἴδιον, μέτρῳ τὴν γῆν ὑποβάλλειν. Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς, καὶ παροίκους ἐν αὐτῇ. Ταῦτα δὲ, φησὶν, ὑπέσχετο τοῖς πατράσιν ὀλίγοις οὖσι καὶ σφόδρα εὐαριθμήτοις. ∆ηλοῖ δὲ διὰ τούτου τοῦ ὑπισχνου μένου τὴν δύναμιν, ὅτι καὶ τοῖς οὕτως ὀλίγοις τοσαύτης γῆς δεσποτείαν παρασχεῖν ἠδύνατο. Ἐπηγγείλατο γὰρ τοῖς ἀμφὶ τὸν Ἀβραὰμ, ἀντὶ μὲν τοῦ ὀλίγους αὐτοὺς εἶναι,