1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

22

πληθυνθήσεσθαι ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ ἐνευλογήσειν ἐν αὐτοῖς πάντα τὰ ἔθνη· ἀντὶ δὲ τοῦ τότε παροικεῖν ἐν γῇ Χαναὰν δεσπότας αὐτοὺς καταστῆσαι τῆς γῆς· ἃ δὴ καὶ γέγονεν ἄμφω τοῖς ἐξ αὐτῶν, οἵ τινες εἰς πλῆθος ἄμμου δίκην ἐπέδωκαν. ∆ιὰ δὲ τοῦ σπέρματος αὐτοῦ, ἐν ᾧ εὐλογήθη τὰ ἔθνη, καὶ ταῦτα γέγονεν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Τούτοις γὰρ λέλεκται· Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες. Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον. Παροικοῦντες γὰρ οἱ πατριάρχαι διετέλεσαν, καὶ οὐδὲ ἐφ' ἑνὸς ἱδρυμένοι τόπου, ἀλλὰ νῦν μὲν ὧδε, νῦν δὲ τὰς σκηνὰς ἀλλαχοῦ μεταφέροντες. Βασιλείαν δὲ τὴν ἐν Αἰ γύπτῳ λέγει, ἐξ ἧς διαβάντες, εἰς τὸν λαὸν Χαναναίων κατήντησαν. ∆ιὸ καὶ οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτούς. Κρείττους γὰρ αὐτοὺς τῶν ἀδικεῖν πειραθέν των ἀπέφηνε. Καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς. Μὴ 55.656 ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. Ταῦτα τῆς τῶν ἐξ αὐτῶν ἀπο βολῆς δικαίας ἀπολογία, ὅτι μηδὲ τὰς ἐκ προγόνων εὐεργεσίας ᾐδέσθησαν, ἅπερ καὶ τοὺς ἐξ ἐθνῶν ὠφέλει. Οἱ προπάτορες οὖν αὐτῶν, φησὶν, ὀλιγοστοὶ καὶ πάροι κοι ὄντες, τοσαύτης οὔσης ἀμιξίας τότε καὶ τῶν κρα τούντων ὠμότητος, ἀσφαλεῖς ἐποιοῦντο Θεοῦ προνοίᾳ τὰς μεταβάσεις. Μετῆλθε γὰρ ὁ μὲν Ἀβραὰμ ἀπὸ Χαλ δαίων εἰς Χαναὰν, ἀπὸ δὲ Παλαιστίνης εἰς Αἴγυπτον, κἀκεῖθεν εἰς Γέραρα, ἔνθα μετ' αὐτὸν κατῴκησεν Ἰσαάκ· Ἰακὼβ δὲ μετῆλθεν ἀπὸ Παλαιστίνης εἰς. Αἴγυπτον. Γράφει δὲ Μωϋσῆς, πῶς ἐτάσας ὑπὲρ αὐτῶν ὁ Θεὸς βασιλεῖς, οὐκ ἀφῆκεν αὐτοὺς ἀδικεῖσθαι. Οὕτω τὸν Φαραὼ ἤτασεν ἐτασμοῖς μεγάλοις καὶ φοβεροῖς περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ. Οὕτω νύκτωρ τὸν Ἀβιμέλεχ ἐξεδειμάτωσεν, εἰρηκώς· Ἰδοὺ σὺ ἀποθνήσκεις περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραὰμ, αὐτὴ δέ ἐστι συνῳκηκυῖα ἀνδρί. Οὕτω τὸν Ἰσαὰκ αἰδέσιμον τοῖς τηνικαῦτα τὴν Παλαιστίνην οἰκοῦσιν ἀπέφηνεν. Οὕτω φονῶντι τῷ Λάβαν ἠπείλησεν· Ὅρα γὰρ, ἔφη, μὴ λα λήσῃς σκληρὰ κατὰ τοῦ παιδός μου Ἰακώβ. Χριστοὺς δὲ προσαγορεύει, οὐχ ὡς ἐλαίῳ κεχρισμένους, ἀλλ' ὡς ἐκλεκτοὺς γενομένους. Προφήτην δὲ ὁ Θεὸς καὶ τὸν Ἀβραὰμ προσηγόρευσεν· Ἀπόδος γὰρ, φησὶ, τὴν γυναῖκα τῷ ἀνδρὶ, ὅτι προφήτης ἐστὶ, καὶ προσεύξε ται περὶ σοῦ, καὶ σωθήσῃ. Ἢ χριστούς φησιν, ὡς διὰ τοῦ Πνεύματος χρῖσιν λαβόντας ἀόρατον. Ὅτι γὰρ αὐ τὸς ἦν ὁ λαλήσας αὐτοῖς ἐδήλωσε λέγων· Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Πότε δὲ εἶδεν; Ὅτε ἀνα βλέψας τοῖς ὀφθαλμοῖς εἶδεν ἐπιστάντα αὐτῷ τὸν Θεὸν πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ· ἡνίκα εἶπεν ἡ Γραφή· Ὤφθη ὁ Θεὸς τῷ Ἀβραάμ. Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν.

γʹ. Ἡ ἁμαρτία τὴν παιδείαν ἐφέλκεται· ἡ δὲ παιδεία τὸν θηριώδη βίον ἐλέγχει· ὁ δὲ ἔλεγχος τὴν τοῦ βίου μεταβολὴν πραγματεύεται. Τὸν τοίνυν λιμὸν ἐπήγαγε διὰ τὸν παράνομον βίον τῶν τηνικαῦτα ἀνθρώπων· ἀλλ' ὅμως καὶ οὕτω τῶν οἰκείων θεραπόντων ἐπεμελήθη. Ὁ δὲ Θεὸς οἰκονομικῶς ἐποίησε τὸν λιμὸν, ἵνα δι' αὐτὸν κατελθόντες καὶ αὐξηθέντες τὴν γῆν ἀπολάβωσι τῆς ἐπαγγελίας. Πᾶν στήριγμα ἄρτου συνέτριψεν· ἀντὶ τοῦ, πᾶν διαθρέψαι δυνάμενον σπανίσαι πεποίηκεν, οὐ μόνον σῖτον, ἀλλὰ καὶ κριθὰς καὶ ὄσπρια, καὶ ἄλλα, δι' ὧν διαζῶσιν ἄνθρωποι. Τοῦτο δὲ κατ' ὀργὴν Θεοῦ ἐν καιρῷ λιμοῦ εἴωθε συμβαίνειν, τὸ μὴ στηρίζεσθαι τοὺς ἀνθρώπους ἐσθίοντας. Ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον· εἰς δοῦλον ἐπράθη Ἰωσήφ. Ἀμφότερα κατὰ ταὐτὸν ἐδήλωσε, καὶ τῶν ἀδελφῶν τὴν μοχθηρίαν, καὶ τὴν αὐτοῦ σοφίαν. Τῇ γὰρ ἐκείνων εἰς δέον ἐχρήσατο πονηρίᾳ. Οὐ γὰρ αὐτὸς ἐκείνους ἠνάγκασεν ἀπεμπολῆσαι τὸν ἀδελφὸν, ἀλλὰ τῇ κακοηθείᾳ μὲν ἐκεί νων ἐνδέδωκεν, αὐτὸς δὲ εἰς δέον ταύτῃ χρησάμενος, βασιλέα τὸν δοῦλον ἀπέφηνε, καὶ τῷ γένει τὴν εἰς Αἴ γυπτον κάθοδον