1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

25

καὶ πλινθείας ἁπλῶς, διὰ δὲ τοῦ παρατρέπειν ἐπὶ σέβας εἰδώλων. ∆ιὸ κατὰ βραχὺ τοὺς εἰς τὴν πλάνην ὁδηγοῦντας ἐκόλαζεν, εἰς ἐπίγνωσιν καὶ τούτους ἄγων τοῦ πάντων ∆εσπότου, δι' ὧν ἡ κτίσις ἐξυπηρετεῖτο ταῖς μάστιξιν. Ἀὴρ μὲν εἰς σκότος, τὸ δὲ ὕδωρ εἰς αἷμα, εἰς δὲ βατράχους ἡ γῆ, τὸ δὲ πῦρ παρα δόξως ὑπεφέρετο σὺν ὑετῷ καὶ χαλάζῃ· τὸ δὲ σκότος, φησὶν, ἐξαποσταλὲν ἐκ Θεοῦ, οὐ παρεπίκρανε τοὺς λόγους αὐτοῦ, ἀλλ' ὑπήκουσε προθύμως, κατὰ μόνης ὑφαπλω θὲν τῆς Αἰγύπτου. Λέγει γοῦν ἡ Γραφὴ, Τοῖς υἱοῖς Ἰσραὴλ φῶς ἦν. Εἰ γὰρ ἦν κατὰ παντὸς τοῦ κόσμου, πῶς ἐπὶ τρεῖς ἡμέρας αὐτὸ καὶ νύκτας μεμενηκέναι φησί; Τί γὰρ ἦν τὸ διορίζον ἡμέρας καὶ νύκτας, μιᾶς μόνης οὔσης ἐπιτεταμένης νυκτός; Ἵνα γὰρ μή τις λέγῃ, ὅτι ἔκλει ψις τὸ συμβὰν ἦν, μηδ' ὅτι δρόμος φύσεως, τὴν αὐτὴν χώραν οἰκοῦντες Ἑβραῖοι ταύτης οὐκ ᾔσθοντο τῆς πλη γῆς· ὅπερ καὶ ἐπὶ τῶν ἄλλων συνέβαινε πληγῶν. Μετ έτρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν. Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνην, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γεύσεως τὴν ποιότητα ὥστε ἅπαντα διαφθαρῆναι τῶν ἰχθύων τὰ γένη. Ἐξεῖρ ψεν ἡ γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμείοις τῶν βασιλείων αὐτῶν. Ἐπειδὴ γὰρ τῷ ποταμῷ τὰ βρέφη τῶν Ἑβραίων παρέδοσαν, μετέβαλλε μὲν εἰς αἷμα τοῦ ποταμοῦ τὸ ὕδωρ, τὴν ἐν αὐτῷ γεγενημένην μιαιφονίαν ἐλέγχων· βατράχους δὲ ἐκεῖθεν ἀναβλύσαι πεποίηκε τοῖς ἀνῃρημένοις παραπλησίως βρέφεσιν ἕρποντας, καὶ ταῖς οἰκίαις ἐπεμβαίνοντας, καὶ ἄχρις αὐτῶν χωροῦντας τῶν τοῦ βασιλέως θαλάμων. Τῶν οὖν βασιλικῶν ταμείων ἐμνημόνευσεν, ὥστε δηλῶσαι τὸ τοῦ θαύματος μέγεθος, ὅτι μηδὲ πλῆθος οἰκετῶν ἢ στρατιωτῶν, ὅπερ εἰκὸς ἐν τοῖς βασιλείοις διάγειν, ἀποσοβῆσαι τοὺς βατράχους δύ νασθαι. Εἶπε, καὶ ἦλθε κυνόμυια, καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν. Ἠκολούθει γὰρ τοῖς λεγομένοις 55.659 τὰ ἔργα, καὶ παραυτίκα Θεοῦ μὲν κελεύοντος, Μωϋσέως δὲ λέγοντος, καὶ κυνόμυια καὶ σκνῖπες ἐπλήρουν τὴν γῆν, τοὺς Αἰγυπτίων ὅρους οὐ παριόντες, οὐδὲ ἄλλοις ἀνθρώ ποις τὴν λύμην ἐπιφέροντες, ἀλλὰ τοῖς ἀντιθέοις τὴν παιδείαν ἐπάγοντες. Τοῦτο γὰρ σημαίνει τὸ, Ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν, ἀντὶ τοῦ, ἔξω τῶν Αἰγυπτίων ὅρων οὐδὲν τοιοῦτον γινόμενον ἦν ἰδεῖν. Ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν. Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν, καὶ τὰς συκᾶς αὐτῶν, καὶ συνέτριψε πᾶν ξύλον ὁρίου αὐτῶν. Τὰ νέφη μὲν γὰρ τὰς συνήθεις ὠδῖνας ἐνήλλαξε, καὶ ἀντὶ βροχῶν καὶ ὄμβρων χάλαζαν ἀπεκύησε, κεραυνοὶ δὲ καὶ πρηστῆρες μετὰ τῆς χαλάζης ἐφέροντο, καὶ ἐναντίαι ἀλ λήλαις φύσεις, ὕδωρ καὶ πῦρ, ἀλλήλας οὐκ ἐλυμήναντο. Οὔτε γὰρ τὸ πῦρ τὸ πεπηγὸς ὕδωρ τῆς χαλάζης ἐξέτη κεν, οὔτε τὸ ὕδωρ κατεσβέννυ τὴν φλόγα· ἀλλὰ τὴν φυ σικὴν ἀποθέμενα μάχην, σύμφωνον Αἰγυπτίοις τὴν παι δείαν ἐπῆγον, καὶ τὴν ἐκείνων θηριωδίαν διήλεγχον, ὅτι ἄνθρωποι ὄντες, οὐκ ᾐδοῦντο τὴν φύσιν, ἀλλὰ τοὺς ὁμο φυεῖς πικρῶς δουλεύειν ἠνάγκαζον. Τούτου δὴ χάριν καὶ αἱ ἄμπελοι καὶ αἱ συκαῖ αὐτῶν, καὶ τὰ ἄλλα τῶν φυτῶν γένη ἄρδην ὑπ' αὐτῶν διεφθείρετο. Εἶπε, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμός. Καὶ κατέφα γε πάντα χόρτον ἐν τῇ γῇ αὐτῶν, καὶ κατέφαγε πάντα τὸν καρπὸν αὐτῶν. ∆ιὰ μὲν τῆς χαλάζης καὶ τοῦ πυρὸς τὰ δένδρα διέφθειρε· διὰ δὲ τῆς ἀκρίδος καὶ τοῦ βρούχου, τὰ ἕλη, τοὺς λειμῶνας, τὰ λήϊα. Οὐ γὰρ μόνον τὸν καρπὸν, ἀλλὰ καὶ τὸν χόρτον αὐτῶν κατανά λωσε. Καὶ μὴν οὐκ ἔθος ἐν ταὐτῷ ἀκρίδα καὶ βροῦχον ἐπιγίνεσθαι· ἢ γὰρ τίκτει τὸν βροῦχον ἡ ἀκρὶς προλα βοῦσα, ἢ ὁ βροῦχος αὐξηθεὶς, ἀκρὶς προκόψας γίνεται, ὥστε τὸ μὲν πρότερον, τὸ δὲ χρόνῳ τινὶ ἀκολουθῆσαι ὕστερον. Ἀλλ' ἐπειδὴ θαῦμα ἦν, καὶ προστάγματι Θεοῦ τὸ σημεῖον ἐγίνετο, ἅμα παρῆλθεν ἑκάτερον, καὶ κατ έφαγεν ἅμα τῷ χόρτῳ καὶ τὸν καρπόν· ὥστε πρὸς τῇ τροφῇ τῶν ἀνθρώπων καὶ ἡ τῶν κτηνῶν ἐφθείρετο. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρχὴν παντὸς