1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

29

μέγας ἡγεῖτο, τοῦ δὲ χοροῦ τῶν γυναικῶν Μαριὰμ ἡ προφῆτις. Ἀνάγραπτος δὲ καὶ ἡ ᾠδή. Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ· οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ. Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. Τοσαῦτα γὰρ ἔχοντες καὶ τοιαῦτα ἐχέγγυα τῆς θείας δυνάμεως, οὐκ ᾔτησαν τὴν χρείαν λαβεῖν, οὐδὲ τὴν θείαν προσ έμειναν δωρεὰν, ἀλλ' εὐθὺς λοιδορίαις κατὰ τῶν θείων ἐχρήσαντο θεραπόντων. ∆ύο δὲ τῶν Ἰουδαίων συνῆψεν ἁμαρτήματα, ἓν μὲν, ὅτι σαρκικὴν ἐπιθυμίαν ἐπεθύμουν ἐν τῇ ἐρήμῳ, ἐν ᾗ φιλοσοφεῖν ἔδει καὶ ἀπὸ πάσης ἐπι θυμίας ἐγκρατεύεσθαι· δεύτερον δὲ, ὅτι δεηθέντες ὕδατος, οὐκ ᾔτουν, ἀλλ' ἐπείραζον. Πλὴν θαυματουργῶν ὁ Θεὸς οὐκ ἐπαύετο. Καὶ ἔδωκεν αὐτοῖς τὰ αἰτήματα αὐτῶν· ἐξαπέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν. Οὐ γὰρ ἐξ ὧν εὖ ἔπαθον ἤδη, περὶ τῶν ἐλλιπόντων ἐπίστευσαν· τοῦ δὲ Θεοῦ κατελάλησαν λέγοντες. Ἐμνήσθησεν τῶν κρεῶν καὶ τῶν λεβήτων τῶν ἐν Αἰγύπτῳ. Αἴτημα δὲ τὴν ἐπιθυμίαν ἐκάλεσεν. Οὐ γὰρ ᾔτησαν, ἀλλὰ κατελάλησαν. ∆έδωκε δὲ ὅμως αὐτοῖς καὶ κρεῶν ἀφθονίαν, καὶ ἄρτον ἀχειροποίητον, καὶ ὕδωρ ἥδιστον καὶ ἄφθονον. Καὶ παρώργισαν τὸν Μωϋσῆν ἐν τῇ παρεμβολῇ, τὸν Ἀα ρὼν τὸν ἅγιον Κυρίου. Οὔτε παραπικράναντας ἐν ἐρυ θρᾷ θαλάσσῃ, οὔτε ἐν ἐρήμῳ πειράσαντας αὐτὸν μετῆλθεν αὐτοὺς ὁ παρορῶν ἁμαρτίας, ἀλλὰ καὶ ἔδωκεν αὐτοῖς τὴν ἐπιθυμίαν αὐτῶν· ὅτε δὲ Μωϋσῆν παρώργισαν οἱ περὶ ∆αθὰν καὶ Ἀβειρὼν, εἰπόντες· Μὴ Μωϋσῇ μόνῳ λελάληκεν ὁ Θεός; οὐχὶ καὶ ἡμῖν; παγγενῆ διανοιχθείσῃ παρεδίδου τῇ γῇ τούτους. Τὸν δὲ Κορὲ καὶ τοὺς σὺν αὐ τῷ μέλλοντας προσφέρειν τὰ θυμιατήρια αὐτῶν ἀντὶ τοῦ Ἀαρὼν, φλὸξ ἀπὸ τῆς σκηνῆς προελθοῦσα κατέφλεξεν. Οὐ γὰρ θέλει Θεὸς τοὺς ἑαυτοῦ καταφρονεῖσθαι θεράπον τας, ἀλλὰ καὶ δείξας τὴν χρηστότητα, δείκνυσι καὶ τὴν ἀποτομίαν, κατὰ τὸ, Ἴδε οὖν χρηστότητα καὶ ἀποτο μίαν Θεοῦ. Ταῦτα γὰρ Θεοῦ κατάλληλα φάρμακα. Ἠν οίχθη ἡ γῆ, καὶ κατέπιε ∆αθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών. Καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν· φλὸξ κατέφλεξεν ἁμαρτωλούς. ∆αθὰν μὲν καὶ Ἀβειρὼν μετὰ πάσης τῆς πατριᾶς κατεπόθησαν· Κορὲ δὲ καὶ οἱ σὺν αὐτῷ θεηλάτῳ πυρὶ κατ εφλέχθησαν. Τὰς δὲ τιμωρίας ἐπήγαγεν ὁ Θεὸς, τοὺς ἄλ λους σωφρονεῖν προτρεπόμενος· οὐδεμίαν δὲ λαβεῖν ἐντεῦθεν ὄνησιν ἠβουλήθησαν. Καὶ τοῦτο δηλοῖ τῶν τε τολμημένων ἐξήγησις. Καὶ ἐποίησαν μόσχον ἐν Χορὴβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ. Οὐχ ἁπλῶς τοῦ ὄρους ἐμνημόνευσεν, ἀλλὰ τὴν τῆς ἀσεβείας διδάσκων ὑπερβο λήν. Ἐν τούτῳ γὰρ ὤφθη τῶν ὅλων ὁ Κύριος, ἐν τούτῳ δείματος αὐτοὺς ἐνέπλησε, μετὰ πλείστου πυρὸς φανεὶς, σάλπιγξι χρώμενος, καὶ κατακτυπῶν βρονταῖς, καὶ μετὰ τοσούτου δέους τὴν νομοθεσίαν προσφέρων· ἐν τούτῳ τε τολμήκασι τὴν ἀσέβειαν. Τὸ δὲ, Προσεκύνησαν τῷ γλυπτῷ, ἑτέρας καὶ τοῦτο παραπληξίας κατηγορία. Ὃ γὰρ ἑώρων διὰ τέχνης ἀνθρωπίνης τὸ εἶδος δεξάμε νον, τούτῳ τὸ σέβας τὸ θεῖον προσήνεγκαν. Καὶ ἠλλά ξαντο τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίον τος χόρτον.

γʹ. Σφόδρα αὐτῶν ἁρμοδίως τὴν ἄνοιαν ἐτραγῴδησεν. Ἀντὶ τοσαῦτα θαυματουργήσαντος, καὶ τὴν παράδοξον ἐκείνην σωτηρίαν χαρισαμένου, καὶ τοσαῦτα ἐνεργεῖν δυναμένου, εἰκόνα τετιμήκασι μόσχου, ἧς τὸ ἀρχέτυπον τροφῆς ἐνδεές. Τροφὴ δὲ τοῦ μόσχου, οὐκ ἄρτος ὁ τοῖς λογικοῖς προσφερόμενος, ἀλλὰ πόα καὶ χόρτος. Τοῦ δὲ μόσχου, οὗ ἄλογος ἡ φύσις, καὶ ὁ χόρτος τροφὴ, καὶ ἡ δουλεία δεδωρημένη ἀνθρώποις, ἡ εἰκὼν εὐτελεστέρα πολλῷ· οὐ γὰρ μόνον ἄλογος, ἀλλὰ καὶ ἄψυχος, οὐκ ἐνεργεῖν, οὐ μυκᾶσθαι, οὐκ ἐσθίειν ἰσχύουσα· ἀλλ' ὅμως τὴν οὕτως ἀδρανῆ τοῦ Θεοῦ τῶν ὅλων προτετιμήκασιν. Ἔχοντες γὰρ ἐξ Αἰγύπτου φαντασίαν τοῦ Ἄπιδος, ὅστις ἦν ἐν τῇ Μέμφιδι, καὶ οὐχὶ τούτῳ, ἀλλὰ καὶ πολλοῖς γλυπτοῖς προσεκύνησαν. Ἕνα γοῦν μόσχον