1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

31

αὐτοῖς ἐπήγαγε κόλασιν. Καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, καὶ ἔφαγον θυ σίαν νεκρῶν καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτη δεύμασιν αὐτῶν. Ἕκτον ἁμάρτημα τοῦτο δὲ, ἐν τοῖς Ἀριθμοῖς. Εἰς ἀκολασίαν γὰρ πάλιν ἐξοκείλαντες, καὶ ταῖς τῶν Μωαβιτῶν μιγνύμενοι γυναιξὶ, μετέμαθον τὴν ἐκείνων ἀσέβειαν. Βεελφεγὼρ δέ ἐστιν εἴδωλον παρ' ἐκείνοις τιμώμενον. Καὶ Φεγὼρ μὲν ἐκαλεῖτο τοῦ εἰδώλου ὁ τόπος· Βαὰλ δὲ, τὸ εἴδωλον. Τοῦτον δέ φασί τινες Κρόνον καλεῖσθαι τῇ Ἑλλάδι φωνῇ· λέγεται δὲ καὶ Βήλ. 55.664 Θυσίας δὲ νεκρῶν καλεῖ τὰς καλουμένας παρ' Ἕλλησι χοὰς, ἃς τοῖς νεκροῖς προσφέρειν εἰώθασιν, ἢ ἣν ἐποίουν διὰ νεκρικῶν τινων τῶν κατὰ γοητείαν ἔργων, ἢ διὰ τὸ νεκρῶν ἀνδρῶν περιέχειν μνήμας. Καὶ αὐτοὺς δὲ τοὺς καλουμένους θεοὺς, νεκροὺς οὐκ ἄν τις ἁμάρτοι προσα γορεύσας. Καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις.

δʹ. Οὐκ εἶπε δὲ τῆς εἰδωλολατρείας τὸ αἴτιον, ὅπερ ἦν ἡ πορνεία, δι' ἣν ἠσέβησαν, ᾗπερ ἡ γαστριμαργία συνῆπτο· τὸ δὲ ἀποτέλεσμα κατηγορεῖ τὴν ἀσέβειαν. Τούτου γὰρ χάριν καὶ τὴν ἐπιμιξίαν τῶν ἀλλοφύλων γυναικῶν ἀπεῖ πεν ὁ νόμος. Γυναικῶν γὰρ συμπάθεια καὶ πρὸς ἀσέλ γειαν οἶδε κινεῖν. Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο· καὶ ἐκόπασεν ἡ θραῦσις. Καὶ ἐλογίσθη αὐτῷ εἰς δι καιοσύνην εἰς γενεὰν ἕως τοῦ αἰῶνος. Τὴν θραῦσιν ὁ Σύμμαχος Πληγὴν εἴρηκε. ∆ιδάσκει δὲ καὶ τοῦτο ἡ ἱστορία, ὡς λαβὼν τὸν σειρομάστην ὁ Φινεὲς διέπειρε μετὰ τῆς Μωαβίτιδος τὸν πορνεύοντα Ζαμβρῆ, καὶ τῷ δόρατι συνανεῖλε τὴν γυναῖκα. Τούτου τὸν ζῆλον ἀποδε ξάμενος ὁ Θεὸς, αὐτὸν μὲν ἀνεκήρυξε, τὴν δὲ τοῖς ἄλλοις ἐπαγομένην τιμωρίαν ἐκήρυξε. Τοσοῦτον ἀνδρὸς ἰσχύει δικαιοσύνη παρὰ Θεῷ, κοινὴν πληγὴν ἀναστέλλουσα. Καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας, καὶ ἐκακώθη Μωϋσῆς δι' αὐτοὺς, ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ. Καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐ τοῦ. Ἕβδομον ἁμάρτημα, ἐφ' ᾧ καὶ Μωϋσῆς ἐνεκλήθη. Πενθοῦντι γὰρ τὴν ἀδελφὴν προσελθόντες μετὰ πολλῆς ἀταξίας τὴν χρείαν ἐξῄτησαν. Ὁ δὲ καὶ τῇ ἀθυμίᾳ τοῦ πένθους βαλλόμενος, καὶ τὴν τούτων ἀκρασίαν θεώμενος, θυμῷ καὶ λύπῃ περισχεθεὶς οὐ μετὰ τῆς συνήθους ἁρμο νίας τῷ θείῳ προστάγματι διηκόνει· ἀλλ' ἀμφιβολίαν τινὰ τοῖς λόγοις ἀναμίξας, τὴν πέτραν ἐπάταξε, καὶ τὸ ὕδωρ ἐξήγαγε. Τοῦτο γὰρ δηλοῖ τὸ, ∆ιέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ, ἀντὶ τοῦ, οὐκ ἀναμφιβόλως τοῖς λόγοις ἐχρήσατο. Εἶπε γὰρ, φησὶ, Μωϋσῆς πρὸς αὐτούς· Μὴ ἐκ τῆς πέτρας ταύτης ἐπάξω ὑμῖν ὕδωρ; Τού του χάριν ἀγανακτήσας δῆθεν ὁ τῶν ὅλων Θεὸς, οὐ διὰ αὐτοῦ τὴν τοῖς πατράσιν ἐπηγγελμένην ἀποδέδωκε γῆν, ἀλλ' αὐτὸν μὲν ἐκέλευσε δέξασθαι τοῦ βίου τὸ τέλος, διὰ Ἰησοῦ δὲ τοῦ Ναυῆ πεπλήρωκε τὴν ὑπόσχεσιν. Καὶ δο κεῖ μὲν αὐτῷ ταύτην τὴν τιμωρίαν ἐπιτεθεικέναι ὁ τῶν ὅλων πρύτανις· ἕτερα δὲ οἰκονομῶν ἐπραγματεύσατο τοῦτο. Πρῶτον μὲν γὰρ τὴν τῶν Ἰουδαίων ἐπιστάμενος ἄνοιαν, οὐκ εἴασε δι' αὐτοῦ τὴν ὑπόσχεσιν πᾶσαν πέρας λαβεῖν, ἵνα μὴ αὐτὸν θεὸν ὑπολάβωσιν. Οἱ γὰρ εἰκόνα μόσχου θεοποιήσαντες, ποῖον οὐκ ἂν προσήνεγκαν σέβας τῷ τοσούτων θαυμάτων ὑπουργῷ γενομένῳ; ∆ιά τοι τοῦτο καὶ τὸν τάφον αὐτοῦ λαθεῖν πεποίηκεν ὁ Θεός. Πρὸς δὲ τοῦτο καὶ τῆς νομοθεσίας ἠβουλήθη δεῖξαι τὸ πρόσκαιρον ἀπὸ τῶν αὐτῷ τῷ νομοθέτῃ συμβάντων. Εἰ γὰρ αὐτὸς ὁ νομοθέτης τῆς ἐπηγγελμένης οὐκ ἀπέλαυσε γῆς, συνιδεῖν ἐντεῦθεν ῥᾴδιον ἦν, ὡς οὐδὲ αὐτοὶ ταύτης ἀπολαύσουσιν ἐπὶ πλεῖστον τῆς προμηθείας. Οὕτω τὰ κατὰ τὴν ἔρημον διηγησάμενος, τὴν ἐν τῇ γῇ τῆς ἐπαγ γελίας γεγενημένην αὐτῶν διελέγχει παρανομίαν. Οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη, ἃ εἶπε Κύριος αὐτοῖς. Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐ τῶν, καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγε νήθη αὐτοῖς εἰς σκάνδαλον. Τὴν γὰρ ἐπιμιξίαν διὰ τὴν τῆς ἀσεβείας ἐκώλυσε κοινωνίαν, τῇ ἀρχῇ τὸ τέλος συναναιρῶν, καὶ σὺν τῇ ῥίζῃ τὸν καρπὸν ἀφανίζων, καὶ τῷ ἐλάττονι κακῷ τὸ