1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

35

πρὸς τὸν Θεὸν, κοινὸν αὐτοῖς καταπεμφθῆ ναι Σωτῆρα. Ὁ δὲ φιλάνθρωπος ὡδήγησεν αὐτοὺς ἐν ὁδῷ εὐθείᾳ, ἥτις ἐστὶν ὁ σωτήριος λόγος ὁ εὐαγγελικός. Ἡμᾶς γὰρ αὐτὸς ἀνήγαγεν εἰς τὴν ἐπουράνιον πόλιν, ἐφ' οἷς ἡμῖν παρακελεύεται τὰ θαυμάσια τοῦ Θεοῦ κηρύττειν εἰς πάντας ἀνθρώπους, ὅπως πάντες τὴν γενομένην εἰς ἡμᾶς χάριν μαθόντες ἐπὶ τὴν αὐτὴν σπεύσωσι σωτηρίαν. Ἄλλος δέ φησι, τοὺς Ἰουδαίους ἐν Αἰγύπτῳ πάλαι μοχθοῦντας βοῆσαι πρὸς τὸν Θεόν· ὃ καὶ νῦν εἴ γε δρῷεν, τῆς διὰ Χριστοῦ τελείας ἐλευθερίας ἐπιτεύξονται. Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου. Ἰουδαίοις μὲν γὰρ διὰ Κύ ρου τοῦ Πέρσου τὴν ἐπάνοδον ἐδωρήσατο· τὰ δὲ ἔθνη διὰ τῶν ἁγίων ὡδήγησεν ἀποστόλων, καὶ τὴν ἄνω πόλιν ὑπέδειξε Τὴν τοὺς θεμελίους ἔχουσαν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὁ δὲ Σύμμαχος οὕτω· Καὶ τὰ τεράστια αὐτοῦ τὰ εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων. Τὸν μέντοι χαριστήριον ὕμνον οὐχ ὁ ἔλεος τῷ Θεῷ προσφέ ρει, οὔτε μὴν τὰ θαυμάσια, ἀλλ' οἱ τῶν τοσούτων ἀγαθῶν ἀπολαύσαντες. Θαυμαστὴ μὲν γὰρ καὶ ἀξιάγαστος καὶ ἡ Ἰουδαίων ἐλευθερία· θαυμασιωτέρα δὲ καὶ ἀξιαγα στοτέρα τῆς οἰκουμένης ἡ σωτηρία, καὶ ἡ ἐπὶ τὸ κρεῖτ τον μεταβολὴ, καὶ τῆς πλάνης ἡ παῦλα, καὶ τῆς ἀληθείας ἡ γνῶσις. Τούτων δὲ πάντων ὁ θεῖος πρόξενος ἔλεος· Οὐ γὰρ διὰ τὰς δικαιοσύνας ἡμῶν, ἃς ἐποιήσαμεν, φησὶν, ὁ θεῖος ἀπόστολος, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαι νώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλου σίως. Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, καὶ ψυχὴν πει νῶσαν ἀνέπλησεν ἀγαθῶν· καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ.

βʹ. Καὶ Ἰουδαίους δουλείᾳ καὶ κακουχίᾳ συνεζευγμένους καὶ λιμῷ τηκομένους τῶν κατεχόντων δεινῶν ἠλευθέρωσε, καὶ ἅπασαν τῶν ἀνθρώπων τὴν φύσιν ταῖς θείαις διδα σκαλίαις διέθρεψε, καὶ τοῦ ζόφου τῆς ἀγνοίας ἐλευθερώ σας, τῷ φωτὶ τῆς θεογνωσίας κατηύγασε, καὶ τὴν ἐπι κειμένην τοῦ θανάτου σκιὰν ἀπεσκέδασε, τῆς ἀναστάσεως δεδωκὼς τὴν ἐλπίδα, καὶ διέῤῥηξε τὰ ἰσχυρὰ δεσμὰ τῆς ἁμαρτίας. Σειραῖς γὰρ, φησὶ, τῶν ἑαυτοῦ ἁμαρτημά των ἕκαστος σφίγγεται· καὶ, Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν, ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν. Ἐκείνη δὲ ἂν λέγοιτο κυρίως ψυχὴ κενὴ, ἡ Ἑλληνικὴ, ἡ Ἰουδαϊκὴ, ἡ τῆς πνευματικῆς ἐστερημένη τροφῆς. Ἐμὸν γὰρ βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ Πατρός μου. Ἄρα καὶ τοῦτο τροφὴ, καὶ τροφὴ ἀρίστη· διὸ καὶ ἔλεγε· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Τοῦτο δὲ ὁ Χριστὸς ἐποίησε, χορτάσας τὴν 55.668 οἰκουμένην τῆς τοιαύτης τροφῆς. Σκιὰν δὲ θανάτου οὐκ ἂν ἁμάρτοις λέγων τὴν εἰδωλολατρείαν καὶ τὰς ἐν ἀθεότητι πράξεις· αὗται γάρ εἰσιν αἱ χωρίζουσαι ἡμᾶς ἀπὸ τῆς ἀληθινῆς ζωῆς. Ἐν ταύταις δὲ ἦμεν πάλαι πρότερον διὰ τὸ παραπικραίνειν τὸν Θεὸν, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παροξύνειν. ∆έον γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμά των τὸν γενεσιουργὸν τῶν ὅλων θεωρεῖν, καὶ τὴν ἀΐδιον αὐτοῦ δύναμιν καὶ θεότητα ἀπὸ κτίσεως κόσμου νοεῖν, ἡμεῖς οἷα τυφλοὶ ἐν σκότῳ καὶ σκιᾷ θανάτου διάγοντες, καὶ τὰς λογικὰς τῆς ψυχῆς δυνάμεις πεπεδημένοι καὶ πεπηρωμένοι, ἐνηλλάττομεν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πε τεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. Ὅτι παρεπίκρα ναν τὰ λόγια τοῦ Θεοῦ, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν. Καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν· ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν. Τούτων δὲ πάντων τῶν ἀλγεινῶν αἰτία καὶ Ἰουδαίοις καὶ πᾶσιν ἀνθρώποις ἡ ἁμαρτία. Κἀκεῖνοι γὰρ δίκας τίνοντες ἐξεδόθησαν τῇ Βαβυλωνίων