1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

43

τούτων καὶ τῷ Μωὰβ ἐπαγγέλλεσθαι τὴν χάριν τῆς κλήσεως διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. Ἐπειδὴ δὴ τῷ Μωὰβ τοιαῦτα ἐπαγγέλλεται, ἡμῖν καταλιμπάνει νοεῖν καὶ περὶ τῶν λοιπῶν ἐθνῶν τὰ ὅμοια. ∆ηλοῖ δὲ τῶν ἑξῆς ἡ προαγόρευσις. Ἰδουμαῖοι γὰρ ἦσαν ἀπὸ τοῦ μεμισημένου Ἡσαῦ. Ἐπιβαλῶ οὖν τὸ ὑπόδημά μου ἐπ' αὐτὴν ἐκείνην τὴν τοῦ μεμισημένου χώραν· ἐπιβήσομαι οὖν τοῖς πάλαι ἐχθροῖς, ἐν χώρᾳ φίλων κατατάσσων αὐτούς. Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας· Οὐχὶ σὺ, ὁ ἀπωσάμενος ἡμᾶς; Μαθὼν ὁ προφήτης τὴν τῶν ἐθνῶν κλῆσιν, καὶ διὰ τοῦ νθʹ ψαλμοῦ μακαρίζει τοὺς ἀξιουμένους ἰδεῖν τὰ περὶ τῶν Ἰουδαίων, εὐχόμενος εἷς ὑπάρχειν αὐτῶν. Τὸ δὲ, Περιοχῆς, Περιπεφραγμένην ἐξέδωκε Σύμμαχος, ἥτις ἐστὶν, ἡ Ἐκκλησία. Εὔχεται δὲ καὶ εἰς τὴν Ἰδουμαίαν ἐλθεῖν, ἐφ' ἣν ἐκτενεῖ τὸ ὑπόδημα καὶ τὴν χάριν τὴν δοθησομένην τοῖς ἔθνεσι. Τὸ δὲ, Οὐχὶ σὺ, Εἰ μὴ σὺ ὁ Θεὸς, ἐξέδωκε Σύμμαχος, ὁ μηκέτι συμμαχῶν ἡμῖν, ἀλλὰ δούλους ποιήσας. Οὐ γὰρ ἡττώμεθα, σοῦ στρατηγοῦντος ἡμῶν. Πλὴν καὶ τότε τῇ σῇ δυνάμει ἄλλων ἀποβληθέντων, ἡμεῖς τῆς μακαρίας μερίδος ἐσόμεθα διὰ σοῦ δυναμούμενοι. ∆ιὸ καὶ ἐπήνεγκε· Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν; Ὁ δὲ Σύμμαχος· Καὶ μὴ προελθὼν Θεὸς ἐν ταῖς στρατεύσεσιν ἡμῶν; Οὐ γὰρ ἡττήθημεν πώποτέ σου στρατηγοῦντος καὶ τῆς φάλαγγος ἡγουμένου. ∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, Κύριε· καὶ ματαία σωτηρία ἀνθρώπου. Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν. Παῦσον τοίνυν τὰ λυπηρὰ, καὶ τὴν σὴν ῥοπὴν ὄρεξον· οὐδαμόθεν γὰρ ἄλλοθεν τούτου τυχεῖν δυνατόν. Πᾶσα γὰρ ἡ παρὰ ἀνθρώπων συμμαχία, σοῦ μὴ συν-εργοῦντος, ματαία καὶ ἄχρηστος. ∆ιά τοι τοῦτο τὴν σὴν ἐπικαλούμεθα πρόνοιαν. ∆ιὰ ταύτης γὰρ μόνης περιγενέσθαι τῶν δυσμενῶν δυνησόμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.