1

 2

 3

 4

 5

 6

 7

1

In Psalmum 100 [Sp.]

ΕΙΣ ΤΟΝ Ρʹ ΨΑΛΜΟΝ.

55.629 αʹ. Πάλιν ἡμῖν, ἀγαπητοὶ, πνευματικῶς ᾄδειν ὁ μακάριος ∆αυῒδ ὁ προφήτης παρακελεύεται· πάλιν τὸ καλὸν ᾆσμα μελῳδεῖν ἡμᾶς ὁμοφρόνως παρασκευάζει· πάλιν τὸ πνευ ματικὸν καὶ ἐπουράνιον μέλος προβαλλόμενος, πνευ ματικοὺς ἡμᾶς διὰ τῆς ᾠδῆς ἀπεργάζεται. Πνεύματι γὰρ ἁγίῳ τὴν μελῳδίαν ποιούμενος, καὶ ὥσπερ κιθάρα ἔμψυχος καὶ λογικὴ ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀνακρουό μενος, πνευματικῶς καὶ ἡμᾶς ᾄδειν κατὰ πάντα δι δάσκει. Ἄδει δὲ, οὐ τέρψαι καὶ ἡδῦναι τὰ ὦτα προθέμε νος, ἀλλ' εὐφρᾶναι καὶ ὠφελῆσαι τὴν διάνοιαν βουλόμε νος. Οὐδὲ γὰρ ἕως ἀκοῆς μόνον ἵστησι τὰ ᾀδόμενα, ἀλλὰ καὶ ἕως ψυχῆς παραπέμπει τὰ λεγόμενα Ἀκοῇ μὲν γὰρ παραδίδωσι πρὸς παίδευσιν καὶ γνῶσιν τῆς ἀληθείας, ψυχῇ δὲ ἐντίθησι πρὸς ἀσφάλειαν καὶ βεβαίωσιν τῆς σω τηρίας. Ἄδει γὰρ τὸ ᾆσμα, οὐ ψιλοῖς ῥήμασι τὰς λέ ξεις προφερόμενος, ἀλλὰ ὠφελίμοις τῶν ᾀδόντων τὸν βίον ἐπανορθούμενος. Οὐδὲ γὰρ βιωτικὸν ἢ κοσμικὸν τὸ ᾄσμα τοῦτο, ἀλλὰ θεϊκὸν καὶ πνευματικὸν, καὶ πάσης κοσμιότητος πεπληρωμένον. Τὰ μὲν γὰρ βιωτικὰ ᾄσματα, καὶ αἱ τοῦ κόσμου μελῳδίαι ἀπηχοῦσαι τὴν ἀκοὴν, καὶ ἀπατῶσαι τὴν διάνοιαν, μακρὰν ἀπάγουσι τῆς ὠφελείας, εἰς ἐπιθυμίας καθέλκουσαι τῆς ἀπωλείας.

Αἰσχρῶν γὰρ ῥημάτων ἀνάπλεοι τυγχάνουσαι, καὶ ἀθέσμων ὀρέξεων ἔμπλεοι καθεστηκυῖαι, πρὸς τὴν τῶν ᾀδομένων ἡδυπά θειαν, καὶ πρὸς τὴν ἔκλυσιν τῆς μελῳδίας, ἐκθηλύνουσι τῆς ψυχῆς τὴν ἀνδρείαν, καὶ συνεκλύουσι τὴν τοῦ σώμα τος εὐγένειαν. Τὰ δὲ ἐπουράνια, καὶ ἐκ Πνεύματος ἁγίου ἔχοντα τὴν χορηγίαν, πρὸς τὴν τῶν ῥημάτων εὐταξίαν καὶ πρὸς τὴν τῶν νοημάτων εὐκοσμίαν εἰς τάξιν ἄγοντα τὴν διάνοιαν, κοσμίαν καὶ τὴν ψυχὴν ἀπεργάζεται. Συγ κινουμένη γὰρ ἡ ψυχὴ τοῖς λαλουμένοις, καὶ συνεπι νεύουσα τοῖς νοουμένοις, ἐκεῖ φέρει τὴν ἕξιν, ἔνθα καὶ ἡ λέξις ἐφέλκεται τὸ κινητικὸν ὄργανον τῆς τοῦ πνεύ ματος μελῳδίας. Τοσαύτης οὖν οὔσης τῆς ἐν τῷ ᾄσματι δυνάμεως, καὶ τηλικαύτης ὑπαρχούσης τῆς ἐν τῇ μελ ωδίᾳ ἐνεργείας, φέρε δὴ θεασώμεθα, τί περιέχει καὶ τὸ σήμερον ἡμῖν ὑπαναγνωσθὲν μελῴδημα τῆς προφητείας. Τί οὖν φησιν; Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε, Πάνυ ὠφέλιμον, ἀγαπητοὶ, καὶ σωτήριον τὸ ᾆσμα τοῦτο, ἐξ ἐλέους καὶ κρίσεως τὴν ἀρχὴν ποιούμενον. Τὸ μὲν γὰρ ἐπιδείκνυσι τὴν ἀφθονίαν τῆς τοῦ Θεοῦ φιλαν 55.630 θρωπίας, τὸ δὲ τὴν μεγάλην αὐτοῦ εἰς ἡμᾶς γεγενημέ νην εὐεργεσίαν. Σημαίνει μὲν γὰρ τὸ ἔλεος τὴν ἐκ χά ριτος εἰς ἀνθρώπους γεγενημένην εὐδοκίαν· ∆όξα γὰρ ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία· ἡ δὲ κρίσις τὴν ἄνωθεν προωρισμένην σωτη ρίαν· Οὓς γὰρ προώρισε, τούτους καὶ ἐκάλεσεν· οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν. Ἔκρινε γὰρ ὁ ἀγαθὸς Θεὸς ἐλέει καὶ φιλανθρωπίᾳ σῶσαι τοὺς ὑπὸ τῆς ἁμαρτίας ἀπολλυμένους. Τοῦτο οὖν κατανοήσας ὁ προφήτης κηρύττει, διδάσκων ἡμᾶς διὰ τοῦ ᾄσματος ἀδιάλειπτον ποιεῖσθαι τὴν εὐχαριστίαν, λέγων· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε.

Σημαίνει δὲ καὶ ἕτερον, καὶ κατὰ διάνοιαν προφητεύων, καὶ Πνεύματι ἁγίῳ τὰ μέλλοντα ὡς παρόντα ἐκδιηγούμενος. Θεωρῶν γὰρ τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ, τὴν ἐπὶ τὸν ἄπιστον λαὸν τῶν Ἰουδαίων γεγενημένην, τὸν μὴ δεξάμενον τὸν ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν κηρυττόμενον, δικαίως μὲν δι' ἀπιστίαν τιμωρούμενον, δικαίως δὲ καὶ ἐκ τῆς νό μου ἐπαγγελίας ἀποστερούμενον· ὁρῶν δὲ καὶ τὸν ἐξ ἐθνῶν λαὸν ἐν ἐλέει σωζόμενον, διὰ τὸ εὐπειθὲς τῆς περὶ τὸν ∆εσπότην ὑπακοῆς τε καὶ πίστεως, προανα φωνεῖ, ἡδείᾳ φωνῇ καὶ γλυκείᾳ τὴν ἀγαθότητα τοῦ