1

 2

 3

 4

 5

 6

 7

2

∆εσπότου τοῖς πᾶσι παρατιθέμενος· ἵν' ἕκαστος ἐπὶ γλώσσης φέρων τὸ ᾆσμα, καὶ ἡδυφώνως ἀναφθεγγόμε νος τὴν ἐν τῷ ᾄσματι μελῳδίαν, ἀειμνημόνευτον ἔχῃ τῆς ∆εσποτικῆς εὐεργεσίας τὴν χάριν. Ἔλεον, φησὶ, καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Καλὸν οὖν καὶ ἡμᾶς ᾄδειν ἀδιαλείπτως τὸ ᾆσμα τοῦτο, ἵν' ὁμοῦ ἐπὶ τὸ αὐτὸ εὐχάριστοι γενώμεθα περὶ τὸν εὐεργέτην Θεὸν, καὶ τὸν ἑαυτῶν βίον διορθώμεθα, ἐλέει καὶ κρίσει τὰ πάντα διαπραττόμενοι. Ποιεῖτε γὰρ, φησὶν, ἔλεον καὶ κρίσιν ἐν μέσῳ τῆς γῆς· ∆ιότι ἔλεον θέλω, καὶ οὐ θυσίαν, λέγει Κύριος. Ἀλλὰ καὶ, Ἔλεον, φησὶ, ποιεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ κρῖμα δίκαιον κατ ευθύνετε, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει Κύριος.

Ἐὰν γὰρ οὕτω πορευώμεθα, καὶ ἐν τούτοις ἀνα στρεφώμεθα, λέξομεν καὶ ἡμεῖς μετὰ παῤῥησίας ᾄδον τες, Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Καὶ ἵνα μάθῃς, ἀγαπητὲ, ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, κα τανόησον τὴν τῶν γεγραμμένων ἀκολουθίαν, καὶ εὑρή σεις τὴν τῶν εἰρημένων ἀλήθειαν. Ἐπιφέρει γὰρ λέγων· Ψαλῶ, καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με; Ὁρᾷς ὡς διορθωσάμενος τὸν ἑαυτοῦ βίον, καὶ πο 55.631 ρευθεὶς πάσῃ ὁδῷ δικαιοσύνης, μηδένα δὲ μῶμον ἢ σπῖ λον θέμενος ταῖς ἑαυτοῦ ὁδοῖς, συνιείς τε πᾶσαν εὐθύ τητα καὶ κρίσιν, καὶ τὴν ἐν ἔργοις μαρτυρομένην ἔννο μον πολιτείαν, ᾄδει ἐν τῷ ᾄσματι ἱλαρῷ τῷ προσώπῳ τὰς πράξεις ἐκδιηγούμενος;

βʹ. Ἔψαλε δὲ ἐν συνέσει, ἀκαταγνώστῳ καρδίᾳ τὰ ἔργα κατ αριθμούμενος.

Ἑτοιμάσας δὲ, κατὰ τὸ γεγραμμένον, τὰς ὁδοὺς Κυρίου, καὶ εὐθείας ποιήσας τὰς τρίβους τοῦ Θεοῦ, ἐξεδέχετο δὴ τὴν ∆εσποτικὴν παρουσίαν προσκαλούμενος καὶ λέγων, Πότε ἥξεις πρός με; μονονουχὶ τοιαῦτα ἀπο κρινόμενος ἔλεγεν. Ἡτοίμασά μου τὸ δοχεῖον τῆς διανοίας, ἐξωμάλισά μου τὰ σκληρὰ τῆς καρδίας, πᾶν σκῶλον ἀπέῤ ῥιψα, μὴ ἐάσας ἐμπόδιόν τι τῆς σῆς παρουσίας. Εὐθεῖαν ἐποίησα τὴν ὁδὸν τῆς ψυχῆς μου, ἀπέσμηξα τὰ αἰσθητήρια τῆς καρδίας μου, καθαροὺς ἀπειργασάμην τοὺς ἐν ἐμοὶ λο γισμούς.

Ἕτοιμός εἰμι πρὸς ὑποδοχὴν τῆς σῆς παρου σίας. Πότε ἥξεις πρός με; Ἐπίβαινε ἀκωλύτως, ∆έσπο τά μου, οὐχ εὑρήσεις ἐν ἐμοὶ ὁδὸν κακίας. ∆ιεπορευόμην γὰρ ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. Καὶ ἵνα γνῷς, ὡς ἕτοιμος ἦν πᾶσαν δικαιοσύνην κατεργαζόμενος, ἄκουε αὐτοῦ τὰ ἔργα μετὰ ἡδείας τῆς φωνῆς ἐξαγγέλλοντος· ∆ιεπορευόμην, φησὶν, ἐν ἀκα κίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. Οὐ προ ετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον· ποιοῦντας παραβάσεις ἐμίσησα. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ.

Βλέπεις, ἀγαπητὲ, πόσων καὶ πηλίκων ἐργάτης ἐτύγχανεν ὁ μακάριος, καὶ πῶς μετὰ πολλῆς τῆς παῤῥησίας καὶ πεποιθήσεως δι εξῄει τῶν πράξεων τὰ κατορθώματα; Ἆρ' οὖν ἑρμηνεύσω τὰ εἰρημένα, ἢ καταλείψω ὑμῖν ἐκ τῶν λέξεων γινώσκειν τὴν δύναμιν τῶν γεγραμμένων; Τί γὰρ φανερώτερον τῶν εἰρημένων; τί δὲ οὕτως αὐθερμήνευτον τῶν νῦν καταλελεγμένων; Ἀλλ' ἵνα καὶ κατὰ μέρος ἐξετά σωμεν αὐτὰς, ὡς ἔχει, τὰς λέξεις παρατιθέμενοι, φέρε δὴ πάλιν αὐτὰ ἐπαναλαβόντες, μνημονεύσωμεν, καὶ ἴδωμεν πόσην ὠφέλειαν παρέχουσι συνεχῶς μνημο νευόμενα. ∆ιεπορευόμην, φησὶν, ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου.

Πρῶτον, μέγα καὶ καλὸν κατ όρθωμα ἡ ἀκακία, οὐχ ἕως δὲ τούτου μόνου ἱσταμένη τοῦ κεκτημένου, ἀλλὰ καὶ ἐπὶ τοὺς πλησίον παραπεμπο μένη· καθώς φησιν ἡ Σοφία· Τέκνον, ἐὰν ἀγαθὸς ᾖς, σεαυτῷ σοφὸς ἔσῃ καὶ τοῖς πλησίον σου· ἐὰν δὲ