1

 2

 3

 4

 5

 6

 7

3

κακὸς ἀποβῇς, μόνος ἀντλήσεις τὰ κακά. Καλὴ οὖν ἡ ἀκακία, ∆εσποτικὴ ἡ μίμησις, θεϊκὴ ἡ ὁμοίωσις. Ἄκακος γὰρ καὶ ὅσιος ὁ Κύριος. Αὕτη ἡ ἀκακία, ψυχῆς ἐστι φυλακτήριον, διανοίας καθάρσιον, ἠθῶν καταστολὴ, λογισμῶν ἡσυχία, προσώπου ἡμερότης, πραότης ὀφθαλ μῶν, φιλίας καθηγεμὼν, μήτηρ ἀγάπης, πίστεως ὁμο δίαιτος, τελείωσις δικαιοσύνης· καὶ ἁπαξαπλῶς ῥίζα πά σης ἀρετῆς, καὶ θεμέλιος τῆς ὅλης ἀγαθότητος ὑπάρχει ἡ ἀκακία. Οὐκ οἶδεν ἔχθρας τὴν ὑπόστασιν, οὐκ ἐπίσταται ὀργῆς τὴν ἀγριότητα, οὐ γινώσκει κακίας τὴν ἐνέργειαν· ἀλλ' ἔστιν ὥσπερ βασίλισσα ὑπὸ πασῶν τῶν ἀρετῶν δορυφορουμένη. Καλὴ οὖν ἡ ἀκακία, τοσούτων ἀγαθῶν αἰτία τυγχάνουσα. Ἐκ ταύτης κατάρχεται λέγων· ∆ι επορευόμην ἐν ἀκακίᾳ καρδίας μου. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐν ἀκακίᾳ, ἀλλ', Ἐν ἀκακίᾳ καρδίας μου, ἀντὶ τοῦ, οὐχ ἕτερα μὲν εἶχον ἐπὶ στόματος, ἕτερα δὲ ἐν καρδίᾳ· οὐδὲ τῷ μὲν στόματι ἐλάλουν εἰρηνικὰ, τῇ δὲ καρδίᾳ διελογιζόμην κακά· ἀλλ' οἷος ἤμην τῷ στόματι, τοιοῦτος καὶ τῇ καρδίᾳ διαλογιζόμενος. ∆ιεπορευόμην οὖν ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου.

Ἐνταῦθα οἶκον, ἀγαπητοὶ, οὐ τὸν χειροποίητον τοῦτον, ἐκ λίθων καὶ ξύλων συγκείμενον, οὐδὲ τὸν ἐξ ἀμόρφου ὕλης σκευαζόμενον, ἀλλὰ τὸν λογικὸν τῆς ψυχῆς ναὸν, τὸν πρὸς τὴν ἔνδοθεν ἀόρατον εἰκόνα τὴν ἔξωθεν ἀποτυπού μενον, τὸν ὑπὸ τῆς νοερᾶς καὶ λογικῆς φύσεως μορφού μενον, τὸν ὑπὸ τοῦ θείου ἐμφυσήματος ζωοποιούμενον, τὸν φέροντα τὴν ψυχὴν καὶ ὑπὸ τῆς ψυχῆς φερόμενον, τὸν δεκτικὸν χαρισμάτων τῆς ἀκινήτου δυνάμεως. Ἐν 55.632 μέσῳ τούτου ἐπορευόμην. Μέσον δὲ καλεῖ τὸ ἡγεμονι κὸν τῆς καρδίας, ἐπειδὴ μέσον κεῖται τοῦ ὅλου σώματος τοῦ ἀνθρωπείου. Κακαὶ ὁδοὶ ὑπάρχουσιν οἱ διαλογισμοὶ καὶ αἱ ἐνθυμήσεις, ὡς καὶ ὁ Σωτήρ φησιν· Ἐκ καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί. Ἐν ταύτῃ γὰρ καὶ πᾶσα ἡ κίνησις τῆς φύσεως τῆς ἀνθρωπίνης. Ὃ δὲ λέ γει, τοιοῦτόν ἐστι· Θόρυβος ἐὰν γένηται, ἡ καρδία κι νεῖται· τάραχος ἐὰν συμβῇ, ἡ καρδία θορυβεῖται ἐχθρῷ ἐπανάστασις ἐὰν τύχῃ, ἡ καρδία ταράσσεται· φόβος ἐὰ γένηται, ἡ καρδία παλμοῖς ἔνδοθεν τινασσομένη συν τινάσσει καὶ τὸ παρακείμενον μέλος τοῦ σώματος, καὶ ἀπολείπουσα, καὶ πάλιν ἐπισπωμένη, οὐ συγχωρεῖ ἡσυ χάζειν, ἀλλὰ συχνότερον κινουμένη μείζονα τὸν ἀγῶν παρέχει, καὶ ὅλον ταράσσει τὸ σῶμα, ἀλλοιοῖ καὶ τὸ χρῶ μα, μεταβάλλει καὶ τὸ σχῆμα, μεταποιεῖ τε τὴν ἕξιν, πελιδνὸν καὶ τὸ πρόσωπον ἀπεργάζεται, ἵστησι τῶν ὀφθαλμῶν τὴν ἐνέργειαν, ὑπότρομα ποιεῖ τὰ χείλη, τῶν γονάτων παραλύει τὴν εὐτονίαν, καὶ τὴν τὰ πάντα κι νοῦσαν γλῶσσαν συνδήσασα, ψελλὴν ἀποδείκνυσι, καὶ ὅλον, ὥς ἐστιν εἰπεῖν, ἄγριον καὶ νεκροειδῆ ἀποτελεῖ τὸ ἄνθρωπον· καὶ πολέμου συμβάντος, σπεύδει μὲν ἐπεί γουσα πρὸς τὴν μάχην, ἀγωνιᾷ δὲ μὴ ἠρεμοῦσα, ἕως ἂν καταγωνίσηται τὴν πάλην.

Ταύτης δὲ παυσαμένης, καὶ νίκης γενομένης, ὑπὸ τὴν αὐτὴν ῥοπὴν μεταβλη θεῖσα, στρέφεται εἰς εὐφροσύνην, ἡσυχίαν ἀσπάζεται καὶ χαίρειν ποιεῖ τὸν ἄρτι τεταραγμένον, καὶ πάλιν εἰ τὴν πρώτην ἐπανακαλεῖται κατάστασιν, ἑνὶ ἑκάστῳ μέλε ἀποδιδοῦσα τὴν χρῆσιν· πάλιν χαροποιεῖ τοὺς ὀφθαλ μοὺς, καταστέλλει τὰ χείλη, ὑγιὲς ἀποτελεῖ τὸ τῆς γλώσσης ὄργανον, ἡμεροῖ τὴν ὄψιν, καὶ ὥσπερ τις καλὸς ἡνίοχος ἐπαναστρέφουσα εἰς τὴν ἀρχαίαν τάξιν φέρε τὸν ἄνθρωπον.

γʹ. Ἀλλ' οὐ τοιοῦτος ὁ δίκαιος, οὐδὲ τάραχον ἢ φόβον δε χόμενος ἐν τῇ

καρδίᾳ. Κἂν γὰρ ἐχθρῶν συμβῇ ἐπανάστα σις, λέγει θαῤῥῶν· Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρ εμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν τούτῳ ἐγὼ ἐλπίζω. ∆ιὰ τοῦτό φησι ∆ιεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου· τουτέστι, ∆ιεσκόπουν, ἠρεύνων τὰ κατὰ ἐμαυτὸν, ἵνα μή τις ῥίζα πικρίας ἀναφύουσα ἐνοχλῇ καὶ μιαίνῃ τὸ αἰσθητήριον τῆς καρδίας μου· ἀλλ' ἵνα ἡ