1

 2

 3

 4

 5

 6

 7

 8

2

βασιλεῖς τῆς καθ' ἡμᾶς οἰκου μένης, οὐχ ὡς ἔτυχεν, αὐτὴν τετιμήκασιν, ἐκεχει ρίαν πᾶσι δόντες τοῖς τὰ κοινὰ τῶν πόλεων πράτ τουσι πράγματα, ἵνα τῆς ἐκεῖθεν ἀπολαύσαντες σχολῆς, τὰς ἡμέρας ταύτας ἁπάσας τῇ πνευματικῇ προσέχωσι θεραπείᾳ. ∆ιὰ τοῦτο καὶ τῶν δικαστηρίων τὰς θύρας ἀπέκλεισαν. Ἀργείτω, φησὶ, πᾶσα ἀμφι σβήτησις καὶ μάχης εἶδος καὶ τιμωρίας, ἀναπαυσά σθωσαν μικρὸν τῶν δημίων αἱ χεῖρες. Κοινὰ τὰ κατ ορθώματα τοῦ ∆εσπότου γέγονε· γενέσθω δή τι καὶ παρ' ἡμῶν τῶν δούλων ἀγαθόν. Οὐ ταύτῃ δὲ μόνον αὐτὴν τετιμήκασι τῇ σπουδῇ καὶ τιμῇ, ἀλλὰ καὶ ἑτέρᾳ οὐκ ἐλάττονι ταύτης. Βασιλικὰ καταπέμπονται γράμματα, λέγοντα τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἀφίεσθαι τῶν δεσμῶν. Καθάπερ γὰρ ὁ ∆εσπότης ἡμῶν ἐν ᾅδου γενόμενος, τοὺς κατεχομένους ὑπὸ τοῦ θανά του πάντας ἀπέλυσεν· οὕτω δὴ καὶ οἱ δοῦλοι τὰ κατὰ δύναμιν εἰσφέροντες, καὶ τὴν ∆εσποτικὴν μιμούμενοι φιλανθρωπίαν, δεσμῶν ἀπολύουσι τῶν αἰσθητῶν, ἐπειδὴ τῶν νοητῶν οὐκ ἰσχύουσι.

βʹ. Ταύτην καὶ ἡμεῖς τιμῶμεν τὴν ἑβδομάδα, καὶ ἀντὶ φοινίκων ἐξῆλθον

κἀγὼ μεθ' ὑμῶν διδασκαλίας λόγον προτεινόμενος, τὰ δύο καταβάλλων λεπτὰ καθά περ ἡ χήρα. Ἐξῆλθον τότε ἐκεῖνοι βαΐα φοινίκων ἔχοντες, καὶ ἐπεβόων καὶ ἔλεγον· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἐξέλθωμεν καὶ ἡμεῖς, καὶ ἀντὶ τῶν φοινίκων βαΐων προαίρεσιν θάλλουσαν ἐπιδεικνύμενοι βοήσω μεν, καθάπερ σήμερον ὑπεψάλλομεν· Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν ζωῇ· κἀκεῖνο τὸ ῥῆμα ∆αυϊδικὸν, καὶ τοῦτο· μᾶλλον δὲ οὐδὲ ἐκεῖνο ∆αυϊδικὸν, οὐδὲ τοῦτο· ἀλλ' ἀμφότερα τῆς τοῦ Πνεύ ματος χάριτος. Ἐφθέγξατο μὲν γὰρ ὁ προφήτης, ἐκίνησε δὲ τὴν τοῦ προφήτου γλῶσσαν ὁ Παράκλη τος. ∆ιὰ τοῦτό φησιν· Ἡ γλῶσσά μου κάλαμος γραμ ματέως ὀξυγράφου. Καθάπερ ὁ κάλαμος οὐκ ἀφ' ἑαυτοῦ γράφει, ἀλλ' ἀπὸ τῆς ἐξουσίας τῆς κινούσης αὐτὸν χειρός· οὕτω δὴ καὶ ἡ γλῶττα τῶν προφητῶν οὐκ ἀφ' ἑαυτῆς ἐφθέγγετο, ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ χάριτος. Ἀλλὰ τίνος ἕνεκεν οὐκ εἶπεν, Γλῶσσά μου κάλαμος γραμματέως, ἁπλῶς, ἀλλὰ, Κάλαμος γραμ 55.521 ματέως ὀξυγράφου; Ἵνα μάθῃς, ὅτι πνευματικὴ ἡ σοφία· διὸ καὶ πολλὴ ἡ εὐκολία, καὶ πολὺς ὁ δρόμος. Ἄνθρωποι μὲν γὰρ ἀφ' ἑαυτῶν φθεγγόμενοι συντι θέασι, βουλεύονται, βραδύνουσι, πολὺν παρέλκουσι χρόνον· ἐκεῖ δὲ, ἐπειδὴ καθάπερ ἀπὸ πηγῆς ἀν έβλυζε τὰ ῥήματα, καὶ οὐδὲν ἐμπόδιον ἦν, ἀλλὰ τὸν δρόμον τῆς γλώττης ἐνίκα τῶν νοημάτων ἡ ἐπιῤῥοὴ, διὰ τοῦτο ἔλεγεν· Ἡ γλῶσσά μου κάλαμος γραμμα τέως ὀξυγράφου. Ἀναβλύζει κάτω τὰ νάματα μετὰ πολλῆς δαψιλείας, φησί. ∆ιὸ πολλὴ ἡ ὀξύτης.

Οὐ δεῖ σκέψεως ἡμῖν, οὐδὲ μελέτης καὶ πόνου. Ἀλλ' ἴδωμεν τί φησιν. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον. Ταῦτα καὶ ἡμεῖς μετὰ τοῦ ∆αυῒδ ψάλλωμεν σήμερον. Εἰ γὰρ καὶ μὴ τῷ σώματι πάρεστιν, ἀλλὰ τῷ πνεύματι πάρεστι. Καὶ ὅτι πάρεισιν ἡμῖν οἱ δίκαιοι, καὶ μεθ' ἡμῶν ψάλ λουσιν, ἄκουσον τι φησιν ὁ Ἀβραὰμ πρὸς τὸν πλού σιον. Λέγοντος γὰρ ἐκείνου, Πέμψον Λάζαρον, ἵνα οἱ ἀδελφοί μου, μαθόντες τὰ ἐν ᾅδου, διορ θώσωνται τὰ καθ' ἑαυτούς· λέγει πρὸς αὐτόν· Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας. Καὶ μὴν Μωϋ σῆς καὶ οἱ προφῆται πάντες πάλαι τεθνήκεσαν τῷ σώματι, διὰ τῶν γραμμάτων δὲ εἶχον αὐτούς. Εἰ γὰρ εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς ἢ φίλου, νο μίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόντα, καὶ διὰ τῆς εἰκόνος αὐτὸν φαντάζεται τῆς ἀψύχου· πολλῷ μᾶλλον ἡμεῖς διὰ τῶν θείων Γραφῶν τῆς τῶν ἁγίων ἀπο λαύομεν συνουσίας. οὐχὶ τῶν σωμάτων αὐτῶν, ἀλλὰ τῶν ψυχῶν τὰς εἰκόνας ἔχοντες. Τὰ γὰρ παρ' αὐτῶν εἰρημένα τῶν ψυχῶν αὐτῶν εἰκόνες εἰσί. Βούλει μα θεῖν, ὅτι ζῶσιν οἱ δίκαιοι καὶ πάρεισιν; Οὐδεὶς τοὺς τεθνεῶτας μάρτυρας καλεῖ· ὁ δὲ Χριστὸς μάρτυρας αὐτοὺς ἐκάλεσε τῆς οἰκείας θεότητος, καὶ πρὸ τού των αὐτὸν τὸν ∆αυῒδ, ἵνα σε διδάξῃ ὅτι ζῇ. Τῶν γὰρ Ἰουδαίων ἀμφισβητούντων περὶ αὐτοῦ, λέγει