1

 2

 3

 4

 5

 6

 7

 8

7

ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Ἄνθρωπος βασιλεὺς ἐν φροντίσι τοσαύταις ὢν, δήμων καὶ πόλεων καὶ ἐθνῶν ἀρχὴν ἐγκεχειρισμένος, εἰρή νης φροντίζων, πολέμους καταλύων, πραγμάτων ἄφα τον ὄχλον ὁρῶν περὶ αὐτὸν ἀεὶ περιεστῶτα, οὐδὲ μι κρὸν ἀναπνεῦσαι ἔχων, οὐ μόνον τὰς ἡμέρας, ἀλλὰ καὶ τὰς νύκτας προσετίθει ταῖς εὐχαῖς. Εἰ δὲ ὁ βασι λεὺς ὁ ἐν τοσαύτῃ τρυφῇ ζῶν, ὁ τοσαύτας ἔχων φρον τίδας, ὁ τοσούτοις πράγμασι περικυκλούμενος, οὐδὲ τὴν νύκτα ἠρέμει, ἀλλὰ τῶν ἐν ὄρεσι καθημένων μο ναχῶν ἀκριβέστερον τὰς εὐχὰς ποιούμενος διετέλει, ποίας, εἰπέ μοι, τευξόμεθα συγγνώμης ἡμεῖς, ἐν ἀδείᾳ μὲν ζῶντες πολλῇ, καὶ τὸν ἰδιωτικὸν καὶ ἀπράγμονα ἐπανῃρημένοι βίον, οὐ μόνον δὲ τὰς νύκτας καθεύ δοντες ἁπάσας, ἀλλ' οὐδὲ ἐν τῇ ἡμέρᾳ μετὰ τῆς προσ ηκούσης ἀγρυπνίας τὰς νενομισμένας ἐπιτελοῦντες εὐχάς; Μέγα ὅπλον προσευχὴ, μέγας κόσμος εὐχὴ, καὶ ἀσφάλεια καὶ λιμὴν, καὶ θησαυρὸς ἀγαθῶν, καὶ ἄσυλος πλοῦτος. Ἀνθρώπων μὲν οὖν δεόμενοι, καὶ δαπάνης χρημάτων δεόμεθα, καὶ κολακείας δουλο πρεποῦς, καὶ πολλῆς περιόδου καὶ πραγματείας. Οὐ γὰρ ἐξ εὐθείας αὐτοῖς τοῖς κυρίοις δοῦναι τὴν χάριν ἔνι διαλεχθῆναι πολλάκις, ἀλλ' ἀνάγκη πρότερον δια κόνους καὶ οἰκονόμους αὐτῶν, καὶ ἐπιτρόπους, καὶ χρήμασι, καὶ ῥήμασι, καὶ παντὶ θεραπεῦσαι τρόπῳ, καὶ τότε δι' ἐκείνων δυνηθῆναι τὴν αἴτησιν λαβεῖν· ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔστιν οὕτως· οὐδὲ οὕτω δι' ἑτέ ρων παρακαλούμενος, ὡς δι' ἡμῶν αὐτῶν δεομένων, ἐπινεύει τῇ χάριτι. Καὶ ἐνταῦθα μὲν καὶ λαμβάνοντα, καὶ μὴ λαμβάνοντα ἔστι κερδαίνειν· ἐπὶ δὲ τῶν ἀνθρώπων ἐν ἑκατέρῳ πολλάκις ἐβλάβημεν.

Ἐπεὶ οὖν μεῖζον τὸ κέρδος καὶ μείζων ἡ εὐκολία τοῖς τῷ Θεῷ προσιοῦσι, μὴ καταφρονῶμεν εὐχῆς. Τότε γάρ σοι μᾶλλον καταλλαγήσεται, τότε σοι μᾶλλον δίδωσιν ὅπερ αἰτεῖς, ὅταν σὺ διὰ σεαυτοῦ παρακαλῇς, ὅταν 55.527 καθαρὰν παρέχῃς διάνοιαν, ὅταν νήφοντα λογισμὸν, ὅταν μὴ παρέργως αἰτῇς, ὅπερ ποιοῦσι πολλοὶ, καὶ ἡ γλῶττα μὲν αὐτοῖς λέγει τὰ ῥήματα τῆς εὐχῆς, ἡ δὲ ψυχὴ πολλαχοῦ τῆς οἰκίας, τῆς ἀγορᾶς, τῶν ὁδῶν περιέρχεται· τοῦτο ὅλον τοῦ διαβόλου τὸ μηχάνημα. Ἐπειδὴ γὰρ οἶδεν ὅτι κατ' ἐκεῖνον τὸν καιρὸν δυνάμεθα ἀφέσεως τυχεῖν ἁμαρτιῶν, βουλόμενος ἡμῖν τὸν τῆς εὐχῆς προσχῶσαι λιμένα, κατ' αὐτὸν ἀνίσταται, ἐκκρούων ἡμῶν τὴν διάνοιαν τῶν λεγομένων, ὥστε ζημιωθέντας μᾶλλον ἢ κερδάναντας ἀπελθεῖν. Ταῦτα οὖν εἰδὼς, ἄνθρωπε, ὅταν προσέρχῃ τῷ Θεῷ, ἐννόησον τίνι προσέρχῃ· καὶ ἀρκεῖ σοι εἰς νῆψιν τὸ ἀξιόπιστον τοῦ μέλλοντός σοι διδόναι τὴν χάριν. Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ διανοοῦ πρὸς τίνα σοι ὁ λόγος ἐστίν. Εἰ γὰρ ἀνθρώπῳ τις διαλεγόμενος ὀλίγον ἀναβεβηκότι ταῖς ἀνθρωπίναις τιμαῖς, κἂν ἁπάντων ῥᾳθυμότερος ᾖ, πάντως ἑαυτὸν διανίστησι, καὶ νήφειν παρακελεύεται τῇ ψυχῇ· πολλῷ μᾶλλον ἂν νοήσωμεν ἡμεῖς, ὅτι τῷ τῶν ἀγγέλων ∆εσπότῃ διαλεγόμεθα, ἱκανὴν εἰς τὸ προσέχειν ἑαυτοῖς ὑπόθεσιν ἐκ τούτου ληψόμεθα. Εἰ δὲ δεῖ τινα καὶ ἑτέραν μέθ 55.528 οδον εἰπεῖν, δι' ἧς δυνησόμεθα τὴν ῥᾳθυμίαν ἐκφυγεῖν ταύτην, ἐκεῖνο ἂν εἴποιμι· Πολλάκις πληρώσαντες τὴν εὐχὴν, μηδὲν ἀκούσαντες ὧν εἰρήκαμεν, ἀπήλθομεν. Ἂν οὖν ἐννοήσωμεν τοῦτο, εὐθέως πάλιν αὐτὴν ἀναλάβωμεν· κἂν τὸ αὐτὸ πάθωμεν πάλιν, καὶ τρίτον καὶ τέταρτον αὐτὴν εἴπωμεν, καὶ μὴ πρότερον ἀποστῶμεν εὐχόμενοι, ἕως ἂν ἅπασαν αὐτὴν μετὰ διανοίας νηφούσης εἴπωμεν. Ἂν αἴσθηται ὁ διάβολος, ὅτι οὐ πρότερον ἀφιστάμεθα, ἕως ἂν μετὰ σπουδῆς αὐτὴν καὶ διανοίας νηφούσης εἴπωμεν, ἀποστήσεται λοιπὸν ὁ ἐνεδρεύων, εἰδὼς ὅτι οὐδὲν ἔσται πλέον αὐτῷ τῆς ἐπιβουλῆς, ἢ τὸ πολλάκις ἀναγκάζειν τὴν αὐτὴν ἡμᾶς ἀναλαμβάνειν εὐχήν.

Πολλὰ μεθ' ἡμέραν, ἀγαπητοὶ, λαμβάνομεν τραύματα ἐκ τῶν οἰκείων, ἐκ τῶν ἀλλοτρίων, ἐν ἀγορᾷ, ἐν οἰκίᾳ, ἀπὸ τῶν δημοσίων πραγμάτων, ἀπὸ τῶν ἰδιωτικῶν, ἀπὸ τῶν γειτόνων, ἀπὸ τῶν φίλων. Πάντων ἐκείνων τῶν τραυμάτων φάρμακα ἐπιθῶμεν τῷ καιρῷ τῆς εὐχῆς. ∆υνατὸς γὰρ ὁ Θεὸς, εἰ μετὰ νηφούσης διανοίας καὶ