1

 2

 3

1

In Psalmum

ΤΟΥ ΑΥΤΟΥ Εἰς τὸν ∆αυῒδ τὸν βασιλέα, καὶ Παῦλον τὸν ἀπόστολον, περὶ μετανοίας· καὶ εἰς διάφορα ῥήματα τοῦ ψαλτῆρος εἰς τὸ τοῦ Χριστοῦ τέλος ἐσχηκότα· καὶ περὶ τοῦ μὴ ἀπογινώσκειν ἡμᾶς τῆς σωτηρίας

ἑαυτῶν.

55.527 Ἀρτίως ἠκούσατε τοῦ ὑμνογράφου ∆αυῒδ βοῶντος· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ

τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Καὶ πάλιν, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, ὁ ∆αυῒδ βοᾷ. Καὶ τίνος ἕνεκεν ὁ προφήτης λέγει, Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου; Ἐπειδὴ ὅπου ἔλεος, ἀνεξέταστος σωτη ρία· ὅπου ἔλεος, δικαστήριον οὐ καθέζεται· ὅπου ἔλεος, εὐθῦναι οὐκ ἀπαιτοῦνται. Ἅπαξ ἐλεηθῆναι 55.528 ζητῶ, ἀπάλλαξόν με τῆς ἀσθενείας. Καὶ διὰ τί βοᾷ ὁ ∆αυῒδ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός;

Ὁ μετὰ πλῆθος κατορθωμάτων, ὁ μετὰ τρόπαια το σαῦτα, ὁ τὸν Γολιὰθ ἀποκτείνας, καὶ τὸν λέοντα πνίξας, ὁ καὶ τηλικαύτην παῤῥησίαν ἔχων Πνεύματος ἁγίου, λέγει· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἄνθρωπόν με ὄντα γεωργὸν, βασιλέα ἐποίησας· βασιλέα γενόμενον, προ φήτην κατέστησας· ἐν τῷ πολέμῳ νικῆσαί με ἐποίη 55.529 σας, τὸν Γολιὰθ καταβαλόντα οὐ φύσει σώματος, ἀλλὰ δυνάμει πίστεως· πορφυρίδα περιέβαλές με· ἄλλον ἐξέβαλες, καὶ ἐμὲ ἐπεισήγαγες· πλοῦτόν μοι δέδωκας. Ὅπως ἂν δικασθῇς ἐν τοῖς λόγοις σου, καὶ νική σῃς ἐν τῷ κρίνεσθαί σε. Ἃ ἐπαλαίωσεν ἡ ἁμαρτία, ἐνεκαίνισεν ἡ χάρις. Καὶ τί δῷς, ὦ προφῆτα; ∆ιδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ἀφεὶς εἰπεῖν τὴν βασιλείαν, λέ γει τὴν προφητείαν. Οὕτω με ἐτίμησας, τὸν Υἱόν σου ἀπεκάλυψάς μοι καὶ ἐμοὶ γνώριμον ἐποίησας.

Ἔμα θον ὅτι Υἱὸν ἔχεις ἀνθρωπογενῆ. Ἔγνων ὅτι σύνθρονον ἔχεις. Εὐηγγελισάμην τῇ οἰκουμένῃ τὸν σταυρὸν, τὸν τάφον, τὴν κατάβασιν, τὴν ἀνάστασιν. Εἶπον αὐτοῦ τὸ δικαστήριον· εἶπον τὴν σωτηρίαν τῶν ἐθνῶν· εἶπον τῶν ἀποστόλων τὴν ἐκλογὴν, εἶπον τῶν Ἰουδαίων τὴν ἐκβολὴν, εἶπον τῆς Ἐκκλησίας τὴν κλῆσιν· εἶπον τῶν παρθένων τὸν χορὸν, εἶπον τὴν ἐκ δεξιῶν καθ έδραν. Ἰδοὺ γὰρ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Καὶ ποῦ ταῦτα ἐδήλωσε; Ἄκου σον αὐτοῦ τοῦ προφήτου λέγοντος τὴν ἐξ οὐρανοῦ κατάβασιν αὐτοῦ· Καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Ἐπειδὴ παραγενόμενος ὁ Υἱὸς τοῦ Θεοῦ οὐκ ἦλθε σείων τὴν οἰκουμένην, οὐδὲ ἀστραπὰς ἀφεὶς, οὐδὲ κεραυνοὺς ἐκπέμπων, οὐδὲ γυμνῇ τῇ θεότητι. Εἰ γὰρ γυμνὴν παρεῖχε τὴν θεότητα, οὐκ ἂν τὰ ὄρη ἤνεγκαν· ἥλιος ἂν ἐσβέσθη. Εἰ γυμνὴν τὴν οὐσίαν ὑπέδειξεν, ἡ σελήνη ἂν ἠφανίσθη, ἡ γῆ ἂν ἀπώλετο, ἡ φύσις ἡμῶν πάντων ἐμαραίνετο. ∆ιὰ τοῦτο ἠρέμα καὶ ἀψοφητὶ ἐρχόμενος, οὐδενὸς ἐπισταμένου, ἀλλὰ ἠρέμα ἦλθε, καὶ μήτραν παρθενικὴν ᾤκησεν. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Ὁ λίθος τήκεται, καὶ μήτρα οὐ τήκεται. Τὰ ὄρη διαφθείρονται, καὶ ἡ μήτρα Θεὸν ἐβάσταζεν.

Πῶς ἑρμηνεύσω; πῶς πα ραστήσω; Ὢ ἀπόνοια τοῦ βλασφήμου! Πῶς ἡ δούλη τὸν Θεὸν ἐβάσταξεν; Ὁ ἐξετάζων τὰ ἄνω, εἰπὲ τὰ κάτω. Ὁ πανταχοῦ παρὼν, πῶς ἐν μήτρᾳ ἦν, καὶ ἐν οὐρανῷ ἦν; Ἀλλ' ἐγὼ μὲν, ὅτι καὶ ἐν τῷ θρόνῳ ἐκαθέζετο, καὶ ἐν τῇ μήτρᾳ τῆς παρθένου κατῴκει, οἶδα· τὸ δὲ πῶς, οὐκ οἶδα. Πίστει δέχομαι, οὐ πε ριεργάζομαι τῷ λόγῳ· ἀλλ' ὅτι ὤφθη, ἀλλ' ὅτι μέλλει παραγίνεσθαι, οὐ ταράσσων,