1

 2

 3

3

Ἐκκλησίαν, νῦν πιστευόμενος αὐτήν· ὅ ποτε τὰς ἀμπέλους ἐκκόπτων, νῦν φυτουργὸς γενόμενος· ὅ ποτε μόλυβδος, νῦν χρυσὸς γενόμενος.

Καὶ σὺ βόησον, ἀγαπητὲ, ὅτι μέγας ὁ θόρυβος τῶν ἁμαρτημάτων, καὶ εὐθέως ἀκούεις· Ἀλλὰ πολλὴ ἡ τοῦ ∆εσπότου φιλανθρωπία. Ἐγένετο γὰρ Θεὸς ἄνθρωπος, καὶ εἰσῆλθεν εἰς μήτραν παρθενικὴν, καὶ ᾤκησεν. Καὶ τίνας ἐκάλεσεν; Μάγους. Μετ' ἐκείνους, τίνα; Πόρ 55.531 νην. Μετ' ἐκείνην, τίνα; Λῃστήν. Μετ' ἐκεῖνον, τίνα; Βλάσφημον. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Τὰ ἀκροθίνια τῆς κλήσεως ἡ τυραννὶς τῆς ἁμαρτίας. ∆ιότι κακῶς διέκειτο τὰ τῆς οἰκουμένης πράγματα, ἄνθρωποι μὲν ὕπνῳ ἁμαρτίας, καὶ Ἰουδαϊσμῷ, καὶ ἀπογνώσει πολλῇ κατείχοντο. ∆ιὰ τοῦτο τοίνυν ἐλθὼν, ἐκ προοιμίων τὰ ἀκροθίνια τῆς Ἐκκλησίας ἐκάλεσεν, ἵνα μηδεὶς μετὰ ταῦτα ἀπογινώσκῃ τῆς ἑαυτοῦ σωτηρίας. Ἀσεβὴς εἶ; Ἐννόησον τὸν λῃστήν. Ἀκάθαρτος εἶ; Ἐννόησον τὴν πόρνην. Βλάσφημος εἶ; Ἐννόησον τὸν Παῦλον, τὸν βλάσφημον. Ἄπιστος εἶ; Ἐννόησον τοὺς μάγους. Οἶδα κἀγὼ ὁποία ἐστὶν ἡ ἀπόγνωσις τῆς ἁμαρτίας. Ἐφέστηκεν ὁ διάβολος ξίφος ἀκονῶν, καὶ λέγων σοι τὰ ῥήματα ταῦτα·

Ὅλον τὸν βίον σου ᾤκησας μετὰ πορνῶν, μετὰ ταῦτα ἐπιώρκησας, ἐμοίχευσας παρ' ὅλους τοὺς τοῦ παρόντος βίου. Ταῦτα τοῦ διαβόλου τὰ ῥήματα. Ἀλλὰ σὺ τόλμα ἐναντία. Ἔπεσας; Ἀλλ' ἀνάστηθι. Ἐπόρνευσας; Μετανόησον. Ἐμοίχευσας; Μετάγνωθι. Μικρὰ ἡ μετάνοιά σου· ἀλλὰ μεγάλη ἡ τοῦ ∆εσπότου φιλανθρωπία. Ἕως ἐμπνέεις, καὶ ἐν αὐτῇ τῇ κλίνῃ κατάκει 55.532 σαι, μετανόησον· ἡ τοῦ καιροῦ στενοχωρία ἄγει τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Ταῦτα τὰ φάρμακα ἐπάλειψον, καὶ τὴν φλεγμονὴν καταστέλλοις. Οἶδα γὰρ, ἀγαπητὲ, ὅτι πολλὰ τὰ τραύματα τῆς ψυχῆς, ἀλλ' ἕκαστον τραῦμα ἴδιον ἔχει καὶ κατάλληλον φάρμακον κατεσκευασμένον. Ἔχεις Ἐκκλησίαν ἐπιτελουμένην Πνεύματος παρουσίαν. Ἔχεις συναθροισμὸν μαρτύρων, καὶ ἄλλα πολλὰ τὰ δυνάμενά σε ἀπὸ ἁμαρτίας εἰς δικαιοσύνην ἀνακαλέσασθαι.

Ἠκούσατε τὰ εὐτελῆ ἁμαρτήματα τῶν δικαίων· ἴδετε τὸ τάχος τῆς μετανοίας διὰ λόγων καὶ δακρύων. Καὶ γὰρ αὐτὸς ὁ ∆αυῒδ βοᾷ λέγων· Ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ Παῦλος ἔλεγεν· Ἀλλ' ἠλεήθην, ὅτι τὸν Χριστὸν ἀγνοῶν ἐδίωκον. Τοιγαροῦν καὶ ἡμεῖς μὴ ἀπογνῶμεν τῆς σωτηρίας ἑαυτῶν, τὴν μνήμην τῶν προημαρτηκότων καὶ βασιλείας τῶν οὐρανῶν καταξιωθέντων ἔχοντες, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.