1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

2

εἰσῆλθε πρὸς αὐτὴν ὁ προφήτης; καὶ τίνος ἕνεκεν τὸν ψαλμὸν τοῦτον ἔγραψεν; Οὐ γὰρ ἅπαν τες οἱ ψαλμοὶ εἰς τὸν ∆αυῒδ εἰρημένοι εἰσίν. Ἅπαντες μὲν γὰρ παρ' αὐτοῦ, οὐ πάντες δὲ εἰς αὐτὸν εἴρηνται. Οὐ γὰρ τὰ οἰκεῖα πάθη διηγήσατο μόνον, ἀλλὰ καὶ τὰς ἀλλοτρίας συμφορὰς ἐτραγῴδησεν. Οἷον, Ἐπὶ τῶν πο ταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσα μεν· εὔδηλον ὅτι οὐ περὶ αὐτοῦ ὁ ψαλμὸς εἴρηται· οὔτε γὰρ εἰς Βαβυλῶνα ἀπῆλθεν, οὔτε εἶδε γῆν βαρβάρων, οὔτε ἐκάθισεν εἰς ἀλλοτρίαν γῆν καὶ ἔκλαυσεν· ἀλλὰ τὰ πάθη τῶν Ἰουδαίων διηγεῖται. Πάλιν ὅταν λέγῃ· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· οὐ τὸ ἑαυτοῦ πάθος ἐξηγεῖται, ἀλλὰ τὸν σταυρὸν, τὴν θυσίαν τῆς οἰκουμένης ἐκήρυττε, τὴν ἐπὶ σωτηρίᾳ τοῦ γένους τοῦ ἡμετέρου. Εἰκὼν γάρ ἐστι ποι κίλην ἔχουσα διδασκαλίαν. Ποτὲ μὲν οὖν τὰ ἑαυτοῦ, ποτὲ δὲ τὰ ἀλλότρια διηγεῖται. Ἐπεὶ οὖν ὁ ψαλμὸς οὗτος καὶ τὰ ἀλλότρια διηγεῖται, διὰ τοῦτο, Ὅτε εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης, ἐπιγέγραπται. Ὥστε ἡ ἐπι γραφὴ οὐ συγχωρεῖ ἡμῖν ληθαργῆσαι, οὐδὲ ἀλλαχοῦ πε ριφέρειν τὴν διάνοιαν· ἀλλ' ἕστηκε τὰ τοιαῦτα προστάτ των καὶ διδάσκων, διδάσκει δὲ καὶ ἕτερα νοήματα, ἅπερ ἡμῖν ἡ ἐπιγραφὴ λέγει.

βʹ. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας, οἵ τε δίκαιοι, οἵ τε ἁμαρτωλοί. Ἑκατέρῳ

γὰρ τῷ μέρει χρήσιμος ὁ ψαλμός· τῷ μὲν δικαίῳ, ἵνα μὴ ᾖ ῥᾴθυμος· τῷ δὲ ἁμαρτωλῷ, ἵνα μὴ ἀπογινώσκῃ τῆς ἑαυτοῦ σωτηρίας. Ἀμφότερα γὰρ δυσεπίληπτα. Ὅ τε γὰρ δίκαιος ῥᾳθυμήσας καταβάλλε ται, ὅ τε ἁμαρτωλὸς ἀπογνοὺς οὐκ ἀνίσταται. Ἵνα οὖν μήτε οὗτος ἐν πτώματι μείνῃ, μήτε ἐκεῖνος εἰς πτῶμα καταπέσῃ, ἑκατέρῳ τῷ μέρει σωτηριώδης αὕτη δίδοται τοῦ μελῳδοῦ τούτου ἡ ψαλμῳδία. Μέλλω γοῦν λέγειν ἁμάρτημα τοῦ προφήτου μέγα καὶ χαλεπόν. Ἀλλὰ μηδεὶς ἡμῶν καταγινωσκέτω. Ἡ γὰρ τοῦ Θεοῦ φιλανθρω πία τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων πρόνοιαν ποιου μένη, τά τε κατορθώματα τῶν ἁγίων, καὶ τὰ ἁμαρτή 55.567 ματα εἰς φάρμακα μετέβαλλεν, ἵνα τὰ τῶν ἄλλων τραύ ματα ἑτέροις φάρμακα γένηται, καὶ τὸ τοῦ δικαίου ναυ άγιον τῷ ἁμαρτωλῷ λιμὴν καταστῇ. Ὅταν γὰρ ὁ δίκαιος ἁμάρτῃ, οὐκέτι ἀπογινώσκω τῆς ἐμαυτοῦ σωτηρίας· ὅταν ἴδω, ὅτι ἀπὸ τῶν οὐρανῶν κατηνέχθη, τὸ ἐκείνου πτῶμα ἐμοὶ ὑπόθεσις ἀναστάσεως γίνεται.

∆ιὰ γὰρ τοῦτο καὶ ἡ τοῦ Πνεύματος χάρις οὐ μόνον τῶν κατορθωμάτων τῶν δικαίων ἐμνημόνευσεν, ἀλλὰ καὶ τῶν ἁμαρτημάτων. Οὐ γὰρ ἐκείνων προεμνημόνευσε μόνον, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα γινομένων. Θέλω τοίνυν δεῖξαι τοῦτον τὸν γεν ναῖον ἄνδρα τρωθέντα, πεσόντα, ἀναστάντα, παλαίσαντα, ἡττηθέντα, νικήσαντα, στεφανωθέντα. Οὐ γὰρ δείκνυμι αὐτὸν κείμενον ἐν τῷ πτώματι μόνον, ἀλλὰ καὶ ἐγερθέν τα, ἵνα ἑκατέρωθεν σὺ κερδάνῃς, ἵνα, ὅταν ἁμάρτῃς, μὴ ἀπογνῷς, ἀλλὰ παραυτὰ ἐπὶ τὴν ἀνάστασιν δράμῃς· μηδὲ εἴπῃς· Οἴμοι ἀπωλόμην, ἐμοίχευσα, ἐπόρνευσα, ἐφόνευσα. Ἔχεις γὰρ σωτηρίας λιμένα διακρουόμενον τὴν ἁμαρ τίαν. Ὅταν γὰρ ἴδῃς τὸν τοιοῦτον δεξάμενον τραύματα καὶ διασπαραττόμενον, εὐθέως ἐπὶ τὴν μετάνοιαν τρέχε, καὶ παῤῥησιάζου δακρύων πηγὰς ἐκχέων, ἵνα διὰ τῆς ἐκείνου μετανοίας ἀκριβέστερον τὴν ἑαυτοῦ σωτηρίαν μάθῃς. Οἷόν τι λέγω· Πολλοὶ πολλάκις περιέπεσον, καὶ ἄνδρες καὶ γυναῖκες, χαλεπῷ νοσήματι καὶ ἀνιάτῳ. ∆ά κρυα ἐξεχύθη, φάρμακα ἐδαπανήθη, ἰατρικὴ ἠπόρησε τέχνη, κάλλος ἀνηλώθη, τὸ σῶμα ἀπηγόρευται Περιέρ χεται λοιπὸν ἡ γυνή· Ποῦ ἀπέλθω; τί ποιήσω; Χρήματα ἀνήλωσα, ἰατροὺς ἐκάλεσα, φάρμακα ἀνηλώθη· μένει τὸ νόσημα, οὐκ ἰάθη τὸ ἕλκος.

Πολλάκις συνέβη τινὰ τῶν ἐπισκεπτομένων εἰπεῖν· Κἀγὼ τοιούτῳ πάθει περι έπεσον, καὶ ὁ δεῖνα, ἢ ἡ δεῖνα περιέθηκάν μοι φάρμα κον, καὶ ἀπήλλαξάν με τῆς ὀδύνης. Εἶτα παρακαλεῖ· ∆εῖξόν μοι τὴν γυναῖκα. Ἄπελθε ἐπὶ τὸν στενωπόν. Οὕτω δὴ καὶ νῦν, ἐπειδὴ ἐμοίχευσε, καὶ φόνον ἐποίησε, τὸ δὲ ἕλκος χαλεπὸν, δείκνυμί σοι