1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

4

ἐπολέμησαν, ἐπώλησαν· οὕτω δέος ἦν, μὴ καὶ οὗτοι τοῦτο ἐργάσωνται. Ὥστε ἡ ἄγνοια ἀσφαλείας μήτηρ ἐγένετο. Εἱστήκει ὁ προφήτης ἀπο ρῶν· ∆ός μοι ἕνα τῶν υἱῶν σου. Οὐκ ἔχω, φησὶν, ἀλλὰ παιδίον μικρὸν ποιμαῖνον τὰ πρόβατα. Οὐχ οὕτως ὄψε ται ἄνθρωπος, ὡς ὄψεται Θεός. Ποῦ εἰσιν οἱ καλλωπιζόμενοι ἐπ' εὐμορφίᾳ ὄψεως; Μή μοι λέγε εὐμορφίαν σώματος, ἀλλὰ βλέπε τὸ κάλλος τῆς διανοίας. Τί γάρ ἐστιν εὔμορφος γυνή; Τάφος κεκονια μένος, ἐὰν μὴ σωφρονῇ. Κάλλος δέ ἐστι βάραθρον ὀρω ρυγμένον, ἑτέροις δὲ δηλητήριον κατεσκευασμένον, ἐὰν μὴ σωφρονῇ· ἢ νόσῳ μαραίνεται καὶ θανάτῳ διακόπτε ται· τὸ δὲ κάλλος τῆς ψυχῆς ἀθάνατον μένει καὶ ἀκηλί δωτον, ἀλλὰ τότε μᾶλλον τὴν οἰκείαν ὡραιότητα ἐπιδεί κνυται, ὅταν παύσῃ τὰ πάθη, καὶ ἐν γαλήνῃ γένηται ὁ νοῦς. Ἐὰν οὖν ἴδῃς ἄνδρα, ἢ γυναῖκα καλὴν, μὴ θαυμά σῃς.

Ἐπεὶ καὶ αἱ δρύες εἰς ὕψος ἀνατεταμέναι καρπὸν οὐκ ἔχουσιν ἀνθρώποις χρήσιμον, ἀλόγοις δὲ μόνον· ἡ δὲ ἄμπελος χαμαὶ κειμένη ὥριμον ἔχει καρπὸν βοτρύων. Τί οὖν βούλει, ἄμπελον ἔχειν, ἢ δρῦν; ∆ῆλον ὅτι ἄμπε λον· ἡ γὰρ δρῦς ἐν ὕψει ἑστῶσα θηρίων ἀλόγων ἔχει τροφὴν τὸν καρπόν. Τί μελίττης εὐτελέστερον; τί δὲ ταῶνος ὡραιότερον; Ἀλλὰ τί βέλτιον, μέλιττα, ἢ ταών; ∆ῆλον ὅτι μέλιττα. Ἄνελε ταῶνα, καὶ οὐδὲν ἔβλα ψας· ἄνελε μέλιτταν, καὶ χωλεύει πολλά. Ἦλθε τοίνυν ὁ ∆αυῒδ, ἐκχεῖται τὸ ἔλαιον, καὶ χρίεται ψήφῳ Θεοῦ, διακονίᾳ δὲ ἀνθρώπου. Ἐπέθηκεν αὐτῷ τὸ κέρας, καὶ ἀντὶ πορφυρίδος καὶ διαδήματος ἐγένετο αὐτῷ. Καὶ ἀπῆλθεν ἔχων τὴν βασιλείαν, οὐ θώρακα, οὐκ ἀσπίδα περιβεβλημένος, οὐδὲ δόρατα, ἀλλ' ἔχων αὐτὴν τὴν τοῦ Θεοῦ ψῆφον, τὴν πάντων δυνατωτέραν. Οὗτος δὴ καὶ πολέμου καλοῦντος, καὶ τῶν πραγμάτων τεταραγμένων, καὶ τῶν βαρβάρων ἐπικειμένων τοῖς Ἰουδαίοις, ἀπῆλθεν ἰδεῖν τὴν παράταξιν καὶ τὸν βάρβαρον προσκαλούμενον εἰς μονομαχίαν. Καὶ οὐδεὶς ἐτόλμα προπηδῆσαι καὶ ἐξελθεῖν. Ἦλθεν ὁ ∆αυῒδ, εἶδεν ἀστράπτοντα, καὶ ἀφό ρητον ὄντα τὸν πολέμιον, καὶ πάντας κατεπτηχότας. Ὁ ποιμὴν ἐν τῷ πολέμῳ, καὶ οἱ ἐν πολέμῳ μεμελετηκότες οὐδὲ τὴν φωνὴν ἔφερον τοῦ πολεμίου· ὁ δὲ δένδρεσι καὶ 55.569 σκιαῖς καὶ πηγαῖς προσομιλῶν, ἐπὶ ταῖς ὄψεσιν αὐτοῦ εἱστήκει, καὶ λέγει· Τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος; Καὶ λέγουσι πρὸς αὐτόν· Πόθεν σοι ἡ ἀπόνοια αὕτη; Ὁ δέ· Οὐκ ἀπόνοια, ἀλλὰ πίστις· οὐχ ὑπερηφανίαν, ἀλλ' εὐσέβειαν κέκτη μαι· θώρακα οὐχ ὁπλίζομαι, ἀλλὰ πίστιν ἐνδέδυμαι· οὐ σκοπῶ ἐκείνου τὸ μέγεθος, ἀλλὰ τὴν ἐρημίαν τῆς δια νοίας· οὐ βλέπω ὅτι μέγα τὸ πλοῖον, ἀλλ' ὅτι κυβερνήτην οὐκ ἔχει. Οὐ δέδοικα αὐτὸν (ἐχθρὸς γάρ ἐστι τοῦ Θεοῦ), κἂν μυριάκις δυνατὸς ᾖ. ∆ιὰ γὰρ τὴν ἄνωθεν ῥοπὴν πάντων ἀσθενέστερός ἐστιν ὁ ἀπερίτμητος οὗτος. Ποίοις ὅπλοις θαῤῥεῖς, ὦ ∆αυΐδ; Οὐ σαρκικοῖς, ἀλλὰ πνευμα τικοῖς.

Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ πνευ ματικά. Καὶ πῶς, ὅτι σὺ μικρὸς καὶ ἀσθενὴς εἶ; Ἀλλὰ μέγας ὁ ∆εσπότης. Εὐτελὲς τὸ ὅπλον· ἀλλ' ὁ πέμψας ἰσχυρός. Θάλασσαν ἐποίησε ξηρὰν, πέτραν διέῤῥηξε, τὰ στοιχεῖα μετέβαλε· πολλῷ μᾶλλον ἑνὸς ἀνδρὸς περιγίνε ται.

δʹ. Ἦλθε τοίνυν πρὸς τοὺς ἄνδρας, καὶ λέγει αὐτοῖς· Τί δοθήσεται τῷ ἀνδρὶ

τῷ αἴροντι τὴν κεφαλὴν αὐτοῦ; Περὶ μισθῶν διαλέγεται, οὐχ ἵνα λάβῃ μισθὸν, ἀλλ' ἵνα τούτους εἰς πίστιν ἀγάγῃ. Τί οὖν οἱ ἀδελφοί; Πάλιν φθόνος. πά λιν βασκανία. Ἐπὶ τί ἀφῆκας τὰ μικρὰ πρόβατα ἐκεῖνα; Ἡμεῖς οἴδαμεν τὴν ὑπερηφανίαν καὶ τὴν κακίαν τῆς καρδίας σου. Ὢ φθόνος παθῶν πεπληρωμένος, πῦρ μὴ σβεννύμε νον! Καὶ γὰρ καθάπερ σκώληξ τὸ ἔριον διεσθίει, οὕτω καὶ ὁ φθόνος τὸν μὲν φθονοῦντα διατήκει, τὸν δὲ φθο νούμενον λαμπρότερον κατασκευάζει. Οὕτω καὶ ἐπὶ τοῦ Ἰωσὴφ καὶ τῶν ἀδελφῶν αὐτοῦ ἐγένετο. Οἱ μὲν γὰρ φθονήσαντες ἀπὸ ἐλευθερίας εἰς δουλείαν καθίσταντο· ὁ δὲ φθονηθεὶς βασιλεὺς ἐγένετο. Πάλιν οὖν οἱ ἀδελφοί·