1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

11

Οὐκ ἀρκοῦμαι τούτοις· φιλάνθρωπον ἔχω ∆ε σπότην, πλείονα διδόντα ὧν αἰτῶ. Καὶ τί θέλεις; Προφή της ἤμην· θέλω προφήτης εἶναι πάλιν. Τὴν παῤῥησίαν ἐκείνην ζητῶ, τὴν δωρεὰν τοῦ Πνεύματος, τὴν χάριν τὴν μεγάλην. Ἀπέστη ἀπ' ἐμοῦ ἡ χάρις, καθάπερ περιστερὰ βόρβορον βλέπουσα· καθάπερ μέλιτταν βούλομαι αὐτὴν ἐπανελθεῖν. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλει ψον. Εἰπὲ τί θέλεις φανερῶς. Καρδίαν καθαρὰν κτί σον ἐν ἐμοὶ, ὁ Θεός. [Ἐπειδὴ γὰρ τὸ γῆρας ἐδεξάμην τῆς ἁμαρτίας, τῇ σῇ με φιλανθρωπίᾳ καινούργησον. Ταῦτα καὶ δι' Ἰεζεκιὴλ τοῦ προφήτου τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις ὑπέσχετο. ∆ώσω γὰρ αὐτοῖς, φησὶ, καρδίαν καινὴν καὶ πνεῦμα καινόν. Πνεῦμα δὲ οὐ τὸ πανάγιον λέγει, ἀλλὰ τοῦ λογικοῦ τὴν ὁρμήν· τουτέστι, τῇ μακρᾷ ταύτῃ παιδεύσας παιδείᾳ, καὶ διδάξας ὑμᾶς οἵους ἡ ἁμαρτία φύει καρποὺς, τὴν ἀρετὴν αἱρεῖσθαι παρασκευάσω. Τοῦτο κἀνταῦθα ὁ μακάριος ᾔτησε ∆αυῒδ, τήν τε βλαβεῖσαν αὐτοῦ νεουργηθῆναι καρδίαν, καὶ τὸ λο γικὸν ῥωσθῆναι, ὥστε τὴν εὐθεῖαν τρέχειν ὁδόν. Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.] θʹ. Ὢ εὐγένεια ψυχῆς! ὢ ἔρως περὶ Θεόν! Ἵνα λαλῇς μοι πάλιν, καὶ ἐγώ σοι λαλῶ, τὴν φιλίαν ἐκείνην ζητῶ, τὴν συνουσίαν. Τί γὰρ, ὅτι ἀπηλλάγην κολάσεως; Ἐμοὶ κόλασις τὸ μὴ διαλέγεσθαί σοι. Φιλῶ σε, καὶ μαίνομαι. Οὐ δύναμαί σου τὴν οὐσίαν ἰδεῖν· ἀόρατος γάρ ἐστιν· ἀλλ' ἀπὸ τοῦ ἔρωτος τὰ ἔργα σου βλέπω, καὶ σκιρτῶ. Οὐκ εἶδόν σε, ἀλλ' εἶδον τὸν οὐρανὸν, καὶ ἐσκίρτησα, καὶ εἶ πον· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Εἶδον τὴν γῆν, καὶ εἶπον· Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Εἶδον τὴν θάλασσαν, καὶ ἐχάρην, καὶ εἶπον· Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος. Εἶδον τὴν ἡμέραν καὶ τὴν νύκτα, καὶ ἐκέκραξά σοι· Σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. Εἶδον τὰ ὄρη, καὶ θαυμάσας εἶπον· Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις. Καὶ καθάπερ ὁ φιλῶν, κἂν μὴ ἴδῃ τὸν φιλούμενον, ἱμάτιον δὲ αὐτοῦ ἴδῃ ἢ ὑποδήματα, ἀγάλλεται καὶ σκιρτᾷ, καὶ ὥσπερ τινὰ λαμβάνει παρα μυθίαν τοῦ ἔρωτος· οὕτω δὴ καὶ ἐγὼ περιέρχομαι ἐπὶ τὸ σῶμα τῆς κτίσεως, ἀλύων καὶ ἐκμαινόμενος, ἀεί σοι λέ γων· Ὂν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθή σομαι τῷ Θεῷ. Βασιλεὺς εἶ, διάδημα ἔχεις· τί θέλεις; Οἰχέσθω ταῦτα· τὸ κάλλος ἐκεῖνο ζητῶ, τὴν προφητείαν θέλω. Καταφρονῶ τῆς ἐξουσίας ταύτης, ὑπερορῶ τοῦ βορβόρου· φύλλα ταῦτα, καὶ νὺξ, καὶ ὄναρ, καὶ χόρτος. Τὸ κάλλος μου ζητῶ. Πότε ἥξει; Οὐ δύναμαι ἐνεγκεῖν τὴν 55.586 ἀναβολὴν, ἐπειδὴ τὴν παῤῥησίαν ταύτην ἀπώλεσα, ἣν ἡ ἁμαρτία διετείχισεν ἐπελθοῦσα. Καρδίαν καθαρὰν κτί σον ἐν ἐμοὶ, ὁ Θεός. Καὶ οὐ ζητῶ καρδίαν καθαρὰν μόνον, ἀλλὰ καὶ τὸν ἔνοικον αὐτῆς. Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Καλῶς εἶπεν, Ἐγ καίνισον· ἄνωθεν γὰρ κατεσκευάσθη ἡ οἰκία. Ἐπαλαίω σεν ἡ ἁμαρτία, ἐγκαινίσει ἡ χάρις σου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου· καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. [Σαφῶς τοίνυν διὰ τού των μεμαθήκαμεν τῶν λόγων, ὡς οὐκ ἐγυμνώθη τῆς τοῦ Πνεύματος χάριτος τοῦ ἁγίου. Οὐ γὰρ, ὡς γυμνωθεὶς, ἀπολαβεῖν ἱκετεύει, ἀλλὰ μὴ στερηθῆναι ταύτης ἀντι βολεῖ, μηδὲ πόῤῥω γενέσθαι τῆς θείας κηδεμονίας. Πρόσωπον γὰρ ἐνταῦθα τὴν κηδεμονίαν ἐκάλεσεν. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου· καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Ὃ μὴ ἀπώλεσεν, ἔχειν ἠντι βόλησε, τουτέστι, τὴν χάριν τοῦ Πνεύματος· ὃ δὲ ἀπο βέβληκεν, ἀπολαβεῖν ἱκετεύει· τοῦτο δὲ ἦν ἡ ἐν Θεῷ εὐ φροσύνη. Πάσης, φησὶ, θυμηδίας ἀπήλαυον, ἡνίκα πολ λὴν