1

 2

 3

 4

2

δυσέντευ κτον ὄντα, ὑπὸ τῶν δύο υἱῶν αὐτοῦ τοῦτον ἐθανάτωσεν. Ὅταν γὰρ προσεδόκησε τὸν πανώλεθρον καὶ θεήλατον ἐκφυγεῖν θάνατον, καὶ εἰς τὴν αὐτοῦ τυγχάνειν γῆν, καὶ τὰ τῆς εἰρήνης αὐτῷ ἐν ἀσφαλεῖ γενέσθαι, τότε Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ δύο υἱοὶ αὐτοῦ σφάζουσιν αὐτὸν, καὶ φεύγουσιν ἐπὶ τὰ ὄρη Ἀραράτ. Θεωρεῖς, ἀγαπητὲ, πόσον τῷ Ἐζεκίᾳ συνεβάλετο ἡ ἐξομολόγη σις; πόσον δὲ τὸν Σεναχηρεὶβ εἰργάσατο κακὸν τὸ ἐπι μένειν ταῖς ἁμαρτίαις; Θέλεις σοι καὶ ἄλλην ὑποδείξω μετανοίας ὁδὸν, καὶ θύραν ἐξομολογήσεως;

Μίμησαι τὴν τῶν βαρβάρων ἐκείνων μετάνοιαν, τῶν Νινευιτῶν λέγω δή. Ἐκεῖνοι γὰρ προφήτου κατήκοοι γεγονότες, οὐκ εὐαγγελικὰ δεξάμενοι ῥήματα, οὐ προφήτην Θεοῦ ἀκούσαντες, οὐ βασιλείας οὐρανῶν εὐαγγελισμὸν δεξά μενοι, βλέπε πως προσέρχονται Θεῷ, πῶς δυσωποῦσι Θεὸν, πῶς ὀργιζόμενον αὐτοῖς ἀντικαταλλάσσουσιν τὸν Κύριον· πῶς ἀπόφασιν Θεοῦ ἔλυσαν· πῶς ὀργὴν Θεοῦ ἀπώσαντο, καὶ φιλανθρωπίαν ἐπεκαλέσαντο· πῶς βά ραθρον καὶ κατάπτωμα τὴν πόλιν αὐτῶν τυγχάνουσαν, τείχους αὐτὴν ἰσχυροτέραν ἐποίησαν, καὶ παντὸς ἀδά μαντος στεῤῥοτέραν. Οὐκ ἐδυσώπησε Θεῷ πορφύρας ἀξίωμα, ἀλλὰ σάκκος· οὐδὲ διάδημα βασιλικὸν, καὶ κράτος, ἀλλὰ σποδὸς μετὰ σάκκου· οὐ χρυσοκόλλητος 55.618 θρόνος ἐκ λίθων συγκείμενος, ἀλλ' ἐξομολόγησις. Ὦ σάκκου δύναμις παρευδοκιμοῦσα καὶ νικῶσα πορφύραν βασιλικήν· ὦ σποδοῦ δύναμις διαδήματος καὶ θρόνου βασιλικοῦ ἰσχυροτέρα. Ἐν γὰρ τῷ διαδήματι τυγχά νοντος τοῦ βασιλέως, καὶ ἐν τῇ πορφύρᾳ καὶ τῷ θρόνῳ τῷ κατέχοντι αὐτῷ τὸ κράτος, τουτέστι τὴν ῥάβδον τὴν βασιλικὴν, κύκλῳ τῶν στρατοπέδων αὐτῷ περιεστώ των, καὶ δορυφορίας πολλῆς περιστοιχειουμένης, εἰσέρ χεται εἰς τὸ μέσον ὁ προφήτης γυμνὸς, κεκονιαμένος ποσὶν, ἱδρῶν τῷ προσώπῳ, καί φησιν· Ἔτι τρεῖς ἡμέ ραι, καὶ Νινευὶ καταστραφήσεται. Τί ποιεῖς, ὦ προ φῆτα; Εἰ ὅλως Πνεῦμα Θεοῦ ἐν σοὶ, διὰ τί οὐ γινώ σκεις τὸ βούλημα τοῦ Θεοῦ, ὅτι οὐκ ἀποκτεῖναι βουλό μενος, ἀλλ' εἰς μετάνοιαν ἐπανακαλέσασθαι, διὰ τοῦτο ἔδωκε τὴν ἀπόφασιν; Οὐδέν μοι, φησὶν, εἶπεν ὁ Θεὸς ἕτερον, ἀλλ' ἢ τοῦτο μόνον εἶπεν, ὅτι Ἔτι τρεῖς ἡμέ ραι, καὶ Νινευὶ καταστραφήσεται.

Τί ποιεῖς, ὦ Ἰωνᾶ; διὰ τί καὶ διδασκαλίαν ἑτέραν οὐ προστιθεῖς; Τί γὰρ ἄλλο ἤκουσεν Ἡσαΐας παρὰ τοῦ Θεοῦ εἰπεῖν πρὸς τὸν Ἰσραήλ; Οὐδὲν ἕτερον ἢ λόγον ἕνα. Ποῖον δὲ τοῦτον; Εἰπὸν, φησὶ, τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Καὶ βλέπεις πόσην ἄλλην διδασκαλίαν καὶ κατήχησιν εἰς αὐτοὺς ἐνήχησεν; πόσην προτροπὴν καὶ παράκλησιν καὶ ἔλεγχον; Ἔλεγχον μὲν ἐν τῷ λέγειν αὐτόν· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. Ταῦτα ἐλέγχοντος ἦν. Ἄκου σον δὲ καὶ προτρεπομένου αὐτοῦ· Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. Πῶς δὲ πάλιν παρακαλεῖ· Ἐὰν θέλητε, φησὶν, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Καὶ ἕτερα δὲ τούτων πλείονα προσδιαλέγεται αὐτοῖς, βιβλίον ὁλόκληρον γράψας μαρτυρίας χάριν. Καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ μάρτυρας ἐν ἀρχῇ τῆς διδασκαλίας ἐπάγει λέγων· Ἄκουε, οὐρανὲ, καὶ ἐν ωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Τί ἐλάλησεν; εἰπὲ τρανῶς, ὦ Ἡσαΐα. Υἱοὺς, φησὶν, ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Σὺ δὲ οὐδὲν τούτων ἐποίησας, ὦ Ἰωνᾶ, ἀλλὰ τὴν μὲν καταστροφὴν ἐκήρυξας εἰπών· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὶ καταστραφήσεται. Περὶ δὲ Θεοῦ οὐδὲν πρὸς αὐτοὺς εἶπες, οὐδὲ εἶπες, Ὅτι Κύριος ἐλάλησεν, κατὰ τὸν Ἡσαΐαν· ἀλλ' ἀνήμερον καὶ ἀπάνθρωπον ἐκφέρεις τὴν ἀπόφασιν.

Ἀλλ' ὅμως οἱ Νινευῖται, εἰ καὶ διδασκαλίας κατήχησιν οὐκ ἐδέξαντο, εἰ καὶ προφητῶν κατήκοοι οὐκ ἐγένοντο, οὐκ εὐαγγε λικῆς χάριτος ἐπαγγελίας ἔλαβον, οὐ βασιλείας ἔρωτα, οὐ κολάσεως φόβον, ἀλλὰ κτηνώδη τρόπον ἔχοντες, καὶ βάρβαρον