1

 2

 3

 4

4

∆ιὰ τοῦτο ἠπείλησα καταστροφὴν καὶ θάνατον, οὐχ ὡς ἀποκτεῖναι βουλόμενος, ἀλλ' εἰς μετάνοιαν προτρέψασθαι. Τοσαύτας περιόδους ἐτῶν ἐκδεχόμενος τὴν 55.620 τούτων ἐπιστροφὴν, ἡνίκα δ' ἂν ἐπεστράφησαν, παριδεῖν ὤφειλον; Οὐκ ἔστι παρ' ἐμοὶ τοῦτο, ὦ Ἰωνᾶ. Σὺ μὲν γὰρ ὡς ἄνθρωπος καταδικάζειν βούλει, ἐγὼ δὲ ὡς Θεὸς τὸ φιλανθρωπεύσασθαι ἔχω. ∆όξα σοι, Κύριε, δόξα σοι. Πόσος φιλανθρωπίας καὶ ἐλεημοσύνης πλοῦτος παρὰ σοί. Οἱ πρῴην θανασίμῳ ὑποβληθέντες ψήφῳ νῦν διδάσκαλοι τῆς οἰκουμένης καθεστήκασι. Πάντες γὰρ εἰς αὐτοὺς ἀποβλέποντες χειραγωγοῦνται, καὶ τὴν ἐκείνων λαμβάνοντες μετάνοιαν ἀναυάγητοι διαμένομεν. Θεωρεῖς, ἀγαπητὲ, πόσον ἰσχύει μετάνοια; Μὴ οὖν ὑπερτιθέμεθα ἡμέραν ἐξ ἡμέρας· Οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Ἡμέρα γὰρ Κυρίου ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται.

∆εῦτε οὖν, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτηρίῳ ἡμῶν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Ἄδηλος γάρ ἐστιν ἡ ἔκβασις τοῦ βίου ἡμῶν, οὐ καιρὸν ἐκδεχομένη, οὐ χρόνον τεταγμένη ἐφ' ἡμῶν. Ἀλλ' ἡνίκα δ' ἂν κελεύσῃ ὁ δεδωκὼς πᾶσι πνοὴν, τότε ἡ ψυχὴ ἀποπτᾶσα ἀπὸ τοῦ σώματος, καταλιμπάνει αὐτὸ ἔρημον. Ἕκαστος τοίνυν εἰδὼς τὸ τῆς ἐξόδου ἄδηλον, περιμένωμεν τὸν νυμφίον, καὶ κρούσαντος αὐτοῦ τῇ θύρᾳ, ἀνάψωμεν αὐτῷ τὰς λαμπάδας ἡμῶν διὰ παντὸς ἀνειμένας, ἔχοντες καὶ ἔλαιον μεθ' ἑαυτῶν, ἵνα ἡνίκα δ' ἂν ἦχος γένηται λεγόντων, ὅτι Ὁ νυμφίος ἔρχεται, συνεισέλθωμεν αὐτῷ, μήποτε καὶ ἡμεῖς μετὰ τῶν πέντε μωρῶν παρθένων ἔξω τοῦ νυμφῶνος εὑρεθῶμεν. Μὴ ἀπονυστάξωμεν, ἀγαπητοὶ, ἀλλ' ἔχωμεν ἀεὶ ἔλαιον ἐν ταῖς λαμπάσιν ἡμῶν. Οὐ γὰρ συγχωρήσει ἡμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ ἀπελθοῦσιν ἔλαιον ἀγοράσαι παρὰ τῶν πωλούντων· ἐνταῦθα γὰρ πωλεῖται, καὶ ἐκεῖ ἀναλίσκεται.

Τίνες δὲ οἱ πωλοῦντες, ἀλλ' ἢ οἱ πένητες; ∆ὸς ἄρτον, καὶ λαμβάνεις Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ∆εῦτε τοίνυν, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτηρίῳ ἡμῶν.

Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ὅτι Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα τοῦ ἀδήλου βίου ἤγγικεν. Εἴη δὲ πάντας ἡμᾶς φῶς ἐκ φωτὸς ὑπάρχοντας ἐν τῷ φωτὶ τῆς δόξης Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν περιπατῆσαι, ἐν αὐτῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.