1

 2

2

Λόγον ἐν τῷ οἴκῳ τῆς μήτρας σου ἐξένισας, ἀπόνως τὸ οὐράνιον ἄνθος τῇ οἰκουμένῃ ἐβλάστησας.

Ἀλλὰ δεῦρο λοιπὸν, καὶ μηκέτι θρήνει, ἀλλὰ παῦσαι τοῦ πένθους, Ῥαχήλ. Ἡρώδης τοὺς σοὺς νηπίους ἐπὶ γῆς ἀπέκτεινεν, ἀλλὰ τούτους Θεὸς ἐν οὐρανῷ ἀνατρέφει· Ἡρώδης τοὺς σοὺς παῖδας τοῦ προσκαίρου φωτὸς ἐστέρησεν, ἀλλὰ τούτους ἐν οὐρανῷ τοῦ ἰδίου φωτὸς ἐμπλήσει. Οὐχ ὁρᾷς αὐτοὺς ἐπὶ γῆς ἁλλομένους, ἀλλὰ τότε ὄψει, καὶ χαρήσῃ ὁρῶσα τούτους ὡς ἄρνας σκιρτῶντας ἐν παραδείσῳ. Νῦν λυπῇ οὐχ ὁρῶσα τούτους ἐπὶ τραπέζης χεῖρας ἐκτείνοντας, ἀλλὰ τότε ὄψει, καὶ χαρήσῃ ὁρῶσα τούτους μετ' ἀγγέλων εὐωχουμένους τὸν οὐράνιον ἄρτον· νῦν λυπῇ οὐχ ὁρῶσα τούτους κελαδοῦντας, ἀλλὰ τότε ὄψει καὶ χαρήσῃ τούτων τῶν νηπίων τὸν χορὸν, δίκην χελιδόνων ἐαρινῶν, ἐν τῷ παραδείσῳ Χριστὸν ἀνυμνοῦντα. Ἐπειδὴ γὰρ ὁ προφήτης ἔλεγεν, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, προέλαβεν ὁ τῶν νηπίων χορὸς ὕμνους ἐπινικίους Χριστῷ ἑτοιμάζων, τὸν τοῦ προφήτου λόγον πληρῶν, τὸ, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Ἀλλὰ ταῦτα μὲν, ἀγαπητοὶ, πρὸς ψυχῆς τέρψιν εἰρήκαμεν· λοιπὸν γὰρ ἐπὶ τὴν ἀτραπὸν τοῦ Εὐαγγελίου τραπῶμεν.

Ἀκούσας γὰρ, φησὶν, Ἡρώδης ἐταράχθη. Τί ἀκούσας; Ὅτι ὁ βασιλεὺς τῶν Ἰουδαίων ἐγεννήθη. Ὅρα μοι, ἀγαπητὲ, τὸν διάβολον ἐν τῷ Ἡρώδῃ ταραττόμενον, καὶ τοῦτον λίαν. Ὁρᾷ τὸν ποιμένα γεννηθέντα ὁ λύκος, καὶ τοῦτον κρυπτόμενον ἐν φάτνῃ, καὶ τὴν ἰσχυρὰν βακτηρίαν τοῦ Πνεύματος ἐν ταῖς χερσὶ κατέχοντα, καὶ ταῦτα ὁρῶν ταράττεται λίαν· ὁρᾷ ὁ δράκων τὸ δέλεαρ τοῦ σώματος, καὶ τὸν νήπιον καθάπερ σκώληκα ἕρποντα· Ἐγὼ γάρ 61.700 εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· καὶ κεχηνὼς ἐπέρχεται, καὶ θεωρεῖ ἔνδον τὸν οὐράνιον Λόγον ἐν τῇ σαρκὶ, καθάπερ ἄγκιστρον, κρυπτόμενον, καὶ τοῦτον θεωρῶν ταράττεται λίαν. Ὁρᾷ τὸν κόκκον τοῦ σινάπεως ἐπὶ τῆς γῆς ἐληλυθότα, καὶ κλάδους ἐκπέμποντα ἐλπίδος, καὶ μέλλοντα τὸ τῶν ἀνθρώπων γένος ὑπὸ τὰ φύλλα τῆς σωτηρίας σκεπάζεσθαι, καὶ ταῦτα ὁρῶν ὁ μισόκαλος δαίμων ταράττεται λίαν· ὁρᾷ τὴν σοφίαν ἐπὶ γῆς ἐληλυθυῖαν, καὶ λαβοῦσαν τὴν μικρὰν ζύμην τοῦ σώματος, καὶ μιγνύουσαν εἰς τὰ τρία μέρη τοῦ ἀλεύρου, εἰς ψυχὴν καὶ σῶμα καὶ πνεῦμα, καὶ μέλλουσαν πᾶσαν τὴν ἀνθρωπότητα εἰς μίαν πίστεως σωτηρίαν ζυμεῖν, καὶ ταῦτα θεωρήσας ταράττεται λίαν. Ὁρᾷ τὸν λεγεῶνα τοῦ δαίμονος ἀπὸ τῆς ἀνθρωπότητος ἐκβαλλόμενον, καὶ εἰς ἄβυσσον ἐκπεμπόμενον, καὶ ταῦτα ὁρῶν ταράττεται λίαν· ὁρᾷ τὰ κλεῖθρα τοῦ ᾅδου συντριβόμενα, καὶ τὸν Ἀδὰμ πάλιν εἰς παράδεισον ἀνακοντιζόμενον, καὶ ταράττεται λίαν· ὁρᾷ πάλιν Εὔαν διὰ Μαρίας σωζομένην, καὶ τὸν ὄφιν, ἐν ᾧ μάλιστα ἐθάῤῥει, κτεινόμενον, καὶ ταῦτα ὁρῶν ταράττεται λίαν· ὁρᾷ τὸ ξύλον τῆς ζωῆς φυτευόμενον, καὶ ταῦτα ὁρῶν ταράττεται λίαν.

Καὶ ἐπιλείψει μοι, ἀγαπητοὶ, διηγουμένῳ ὁ χρόνος τὴν ταραχὴν τοῦ διαβόλου. Λοιπὸν μηδὲν δυνάμενος κατὰ τοῦ Κυρίου ὁ διάβολος ἐπὶ τοὺς νηπίους καὶ ἀτελεῖς τῶν βρεφῶν παῖδας κατατρέχει. Καὶ τίνας κατασφάζει; Ἀπὸ διετοῦς καὶ κατωτέρω· τοὺς δὲ τὴν τριάδα τῶν ἐτῶν ζήσαντας οὐ κατασφάζει. Νήπιοι γὰρ οἱ τὴν δυάδα ὁμολογοῦντες, καὶ τῇ Τριάδι μὴ πιστεύσαντες. Ὅθεν αὕτη ἡ Ῥαχὴλ, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τούτους πενθεῖ, ὥστε τὴν φωνὴν αὐτῆς ἀκουσθῆναι ἐν Ῥαμᾷ, τουτέστιν, ἐν ὑψηλῷ· οὕτω γὰρ ἑρμηνεύεται Ῥαμὰ, ὑψηλὴ, ἡ ἄνω Ἱερουσαλὴμ παρὰ τῷ ὑψίστῳ Θεῷ· ᾧ πρέπει πᾶσα δόξα, κράτος σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.