1

 2

2

ὁ ∆εσπότης· Καλῶς, φη σὶν, εἶπας ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ.

Τοῦτο 61.744.10 ἀληθὲς εἴρηκας. Ἀλλ' ἦν μαργαρίτης βορβόρῳ φυρό μενος, καὶ τὸν τοιοῦτον οὐκ ἔλαθεν ἔμπορον· τῆς γὰρ ψυχῆς αὐγὰς ἐδείκνυ τοῖς ῥήμασι. Πῶς σὺ, φησὶν, Ἰουδαῖος ὢν, παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; Πῶς σύ; Καὶ τὸ, Σύ, θυμουμένης. Πῶς ζητεῖς παρ' ἐμοῦ πιεῖν; Εἰ μὲν ὡς ταὐτά μοι φρο νῶν, ἔσομαί σοι πρὸς τὴν αἴτησιν ἕτοιμος· εἰ δὲ τὰ Ἰουδαίων ποθεῖς, μὴ ζήτει παρ' ἀλλοφύλων δεξίωσιν· μὴ δῶρον, ὅπερ ἀποφεύγεις, ἀπαίτει. Ἐνόμιζεν ἡ Σα μαρεῖτις διὰ τὴν τῆς δίψης ἀνάγκην τὸν Κύριον Σαμαρειτικῇ σαγηνεύειν λατρείᾳ· οὐκ ᾔδει δὲ δεσμουμένη τοῖς ῥήμασιν· ἐδέδετο γὰρ τῇ πρὸς τὸν Κύριον ἀπο κρίσει, μᾶλλον δὲ ταῖς παρὰ τοῦ Κυρίου πρὸς αὐτὴν φωναῖς· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, ∆ός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Ἐπειδή μου, φησὶ, διασύρεις τὴν δίψαν, καὶ καλεῖς Ἰουδαῖον πρὸς ὑμᾶς ἀκοινώνητον, μάθε πολὺ τῆς ἐπ' ἐμοὶ σφαλλομένη δοκιμασίας. Οὐκ οἶδάς μου τὴν ἀληθῆ γενεὰν, οὐκ οἶδας τὴν παρ' ἐμοῦ φιλοτιμίαν οὖσαν πολλὴν, οὐκ οἶδας οἵα εὔροια τῆς πηγῆς παρ' ἐμοί· εἰ γὰρ ᾔδεις ᾔτησας ἄν· νῦν δὲ ἀγνοοῦσαν οὐ μέμφομαι, αἰτησάσῃ δὲ δίδωμι.

Πρὸς ὄρεξιν δίψης τὴν μὴ διψῶσαν κινεῖ πρὸς χρείαν ποτοῦ τὴν ποτίζουσαν στρέφει· τέτρωτο γοῦν τοῖς λό γοις τὸ γύναιον, καὶ τῷ τοῦ ὕδατος πόθῳ ἥλω. Προσ πεσοῦσα γὰρ πρὸς τὸν Κύριον ἔλεγε, Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. Ἡ τὸ πρὶν ποτίζειν ἠξιωμένη, νῦν ἀξιοῖ πο τισθῆναι. Αἱ γὰρ εὐγενεῖς γνῶμαι εὐγέωργοι τυγ χάνουσιν· οἵα τις ἦν ἡ τῆς μακαρίας ταύτης Σαμαρεί τιδος γνώμη, οἷος ὁ τρόπος κεκαθαρμένος ἀκανθῶν ἀπιστίας, οὐκ ἔχων Ἰουδαϊκὴν βασκανίαν. Αὕτη γὰρ τὸν Μεσσίαν προσδοκῶσα, καὶ τυχοῦσα τῆς αὐτοῦ θεϊ κῆς διδασκαλίας, ἐπίστευσεν εἰλικρινῶς· καὶ οὐ μόνη τὸ δῶρον κατέσχεν, ἀλλὰ καὶ τοὺς ἑαυτῆς πολίτας ἔπεισε πρὸς αὐτὸν δραμεῖν, ἀποστολικῶς κηρύξασα; ∆εῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα. Μήτι οὗτός ἐστιν ὁ Χριστός; Ὢ γυναικὸς σοφῆς! ἠπίστατο ὅτι γυνὴ ἀπαράδεκτός ἐστιν εἰς μαρ τυρίαν· διὰ τοῦτο τοὺς ἄνδρας τῆς πόλεως αὐτῆς ἐπι σπᾶται μάρτυρας, ἵνα πολλῶν πρόξενος σωτηρίας γέ νηται. Φησὶν οὖν ὁ εὐαγγελιστής· Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμα ρειτῶν, διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης, ὅτι· Εἶπέ μοι πάντα ὅσα ἐποίησα. Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς. Καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.

Καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ· τῇ τε γυναικὶ ἔλεγον, ὅτι Οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· ἡμεῖς γὰρ ἀκηκόαμεν καὶ οἴδα μεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. Εἶδες, ἀγαπητὲ, τοῦ Χριστοῦ τὴν δίψαν, καὶ πῶς βρῶμα καὶ πόμα τὴν σωτηρίαν εἶχε τῶν πιστευόντων ἐπ' αὐτῷ; Ἐμὸν γὰρ, φησὶ, βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Τούτου χάριν διψῶν ποτίζει τὴν Σαμαρεῖτιν ὕδωρ, ἀντλήσασα δὲ αὕτη ἐπέδωκε δαψιλῶς τοῖς πολίταις αὐτῆς ἀφθόνως τὴν τοῦ Κυρίου δωρεάν. ∆ιὰ ταύτης ὁ τοῦ Ἀβραὰμ δῆμος Σαμαρειτικῆς γνώμης δυσμαθέστερος· τοῖς μὲν γὰρ οὐδὲ τὰ παρὰ τὸν ναὸν ὠφέλει μαθήματα· τῇ δὲ καὶ ἡ παρὰ τὸ φρέαρ διάλεξις ὠφέλει.

Περιθώμεθα τοίνυν τὰ τῆς Σαμαρείτιδος εἰς ἑαυτοὺς καλὰ, ζῆλον οἰκειωσώμεθα θεῖον, φιλομαθίαν ποθήσωμεν εὐγνώμονα ἡμεῖς· κἂν ἐν ἐκκλησίᾳ διαλεγώμεθα τὰ θεῖα, νομίσωμεν καὶ 61.745 πρὸς ἡμᾶς λέγεσθαι τὸ πρὸς ἐκείνην παρὰ τοῦ ∆εσπότου Χριστοῦ, Τοὺς προσκυνοῦντας τὸν Θεὸν, ἐν 61.746 πνεύματι καὶ ἀληθείᾳ δεῖ· προσκυνεῖν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.