1

 2

 3

3

ἔργον τῆς σῆς ὑπάρχει δυνάμεως ἐκ συνηθείας τελούμενον· καὶ μαρτυρεῖ Σάῤῥα, καὶ μετὰ ταύτην Ῥεβέκκα, καὶ πάλιν Ἄννα, τῷ χαλεπῷ τῆς στειρώσεως δουλεύσασαι πάθει, εἶτα παρὰ σοῦ τὴν ἐλευθερίαν δεξάμεναι. Τὸ δὲ παρθένον τεκεῖν μὴ συντυχοῦσαν ἀνδρὶ ἀνώτερόν ἐστιν τῶν νόμων τῆς φύσεως. Ἀλλὰ καὶ τὴν σὴν ἐπαγγέλλῃ τῇ παιδὶ παρουσίαν. Οὐρανοῦ καὶ γῆς οὐ χωρεῖ σε τὰ πέρατα· καὶ πῶς σε μήτρα χωρήσει παρθενική; Καὶ ὁ ∆εσπότης φησί· Πῶς με ἐχώρησεν ἡ σκηνὴ τοῦ Ἀβραάμ; Ὁ ἄγγελός φησιν· Ἐπειδὴ εἶχε τῆς φιλοξενίας τὸ πέλαγος. Εἶτα νόμισον, ∆έσποτα, ἐκεῖ ὤφθης τῷ πατριάρχῃ ἐν τῇ παροδίῳ σκηνῇ, καὶ παρέδραμες ὁ τὰ πάντα πληρῶν. Πῶς ἐνέγκῃ ἡ Μαρία τὸ πῦρ τῆς θεότητος; Ὁ θρόνος σου φλέγεται τῇ αἴγλῃ περιλαμπόμενος, καὶ σὲ δύναται φέρειν ἀκαταπλήκτως ἡ παρθένος; 50.795 Ναὶ μὴν, εἰ ἔβλαψε τὸ πῦρ ἐν ἐρήμῳ τὴν βάτον, βλάψει πάντως καὶ Μαρίαν ἡ ἐμὴ παρουσία· εἰ δὲ ἐκεῖνο τὸ πῦρ, τὸ σκιογραφῆσαν τὴν τοῦ θεϊκοῦ πυρὸς ἐξ οὐρανοῦ που παρουσίαν, ἤρδευσε μέντοι τὴν βότον, οὐ κατέφλεξε δέ· τί ἂν εἴποις περὶ τῆς ἀληθείας, οὐκ ἐν πυρὶ φλογὸς, ἀλλ' ἐν σχήματι ὑετοῦ καταβαινούσης; Τότε λοιπὸν ὁ ἄγγελος ἐξεπλήρου τὸ προσταχθὲν αὐτῷ· καὶ πρὸς τὴν παρθένον πορευθεὶς, καὶ εἰσελθὼν, πρὸς αὐτὴν ἐβόησε, λέγων· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Οὐκ ἔτι ὁ διάβολος κατὰ σοῦ· ὅπου γὰρ τὸ πρῶτον ἔτρωσεν ὁ πολέμιος, ἐκεῖ τὴν ἔμπλαστρον ὁ ἰατρὸς ἐπιτίθησιν· ὅθεν τὴν ἀρχὴν τῆς ἐξόδου ὁ θάνατος ἔσχεν, ἐκεῖθεν ἡ ζωὴ τὴν εἴσοδον τῆς ζωῆς ἐτεκτήνατο.

∆ιὰ γυναικὸς ἐρύει [φ. βρύει] τὰ φαῦλα, διὰ γυναικὸς πηγάζει τὰ κρείττονα. Χαῖρε, κεχαριτωμένη· μὴ αἰσχύνου ὡς αἰτία καταδίκης· μήτηρ γὰρ τοῦ κατα 50.796 δικάσαντος γίνῃ. Χαῖρε, κεχαριτωμένη· χαῖρε, τοῦ χηρεύσαντος κόσμου νυμφοτόκε ἀμίαντε· Χαῖρε, κεχαριτωμένη, ἡ ἐν μήτρᾳ τὸν τῆς μητρὸς βυθίσασα θάνατον· χαῖρε, ὁ ἔμψυχος ναὸς τοῦ Θεοῦ· χαῖρε, οὐρανοῦ καὶ γῆς ἰσόῤῥοπον οἴκημα· χαῖρε, τῆς ἀχωρήτου φύσεως χωρίον εὐρύχωρον.

Ἀλλὰ τούτων οὕτως ἐχόντων, ἐπέστη τοῖς ἀσθενοῦσιν ὁ ἰατρὸς, τοῖς ἐν σκότει καθημένοις ὁ τῆς δικαιοσύνης ἥλιος ἐπεφάνη, τοῖς χειμαζομένοις ἡ ἄγκυρα καὶ ὁ ἀκύμαντος λιμὴν, τοῖς ἀδιάλλακτα μισουμένοις δούλοις ὁ πρέσβυς ἐτέχθη, καὶ τῆς εἰρήνης ὁ σύνδεσμος, τοῖς αἰχμαλώτοις ὁ λυτρωτὴς ἐπεδήμησε, τοῖς πολεμουμένοις ἡ κραταιὰ τῆς ἀνεκλαλήτου χαρᾶς καὶ ἀγάπης σκέπη. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὥς φησιν ὁ θεῖος Ἀπόστολος, ἧς γένοιτο διαπαντὸς ἀπολαύειν ἡμᾶς, χάριτι αὐτοῦ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.