1

 2

 3

2

χορείας καὶ ἡ παροῦσα ἑορτὴ καθέστηκεν. Ἀλλ' ἐπειδὴ ἑπτὰ ἑορτῶν ἀριθμὸν κατὰ τὰς ἡμέρας τῆς κοσμοποιίας ἐν ἀρχῇ τοῦ λόγου ἐμνημονεύσαμεν, πέντε δὲ καὶ μόνον μέχρι τοῦ παρ 52.800 όντος ἑορτὰς ἐδείξαμεν, δέον ἐστὶ καὶ τὰς ἄλλας δύο ἑορτὰς εἰς μέσον ἀγαγεῖν, εἶθ' οὕτως ἐπὶ τὴν προκειμένην ἱστορίαν τὸν λόγον χειραγωγήσωμεν. Ἕκτη τοίνυν ἐστὶ τῶν ἑορτῶν ἡ ἕκτη πανεύφημος ἡμέρα τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος, καθ' ἣν τοῖς ἁγίοις ἀποστόλοις ἡ κατ' ἐπαγγελίαν προσδοκωμένη δωρεὰ τοῦ ἁγίου Πνεύματος ἐν εἴδει πυρίνων γλωσσῶν παρὰ Χριστοῦ ἐξ οὐρανῶν ἀπεστάλη, ἥτις καὶ Πεντηκοστὴ διὰ τὴν τῶν ἑπτὰ ἑβδομάδων συμπλήρωσιν ὠνομάσθη.

Ἀναντιῤῥήτως οὖν καὶ αὕτη ἑορτὴ τοῖς εὐσεβέσι μεγίστη καθέστηκεν. Ἑβδόμη ἑορτὴ ἡ προσδοκωμένη ἡμέρα τῆς ἀναστάσεως τῶν νεκρῶν (τὴν γὰρ ἐλπίδα ταύτην οἱ πιστοὶ ἀπεκδεχόμεθα), ἐν ᾗ μέλλει ὁ φιλάνθρωπος καὶ ἀπροσωπόληπτος δικαστὴς Χριστὸς ὁ Θεὸς ἡμῶν ἀποδιδόναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Αὕτη ἐστὶν ἡ ἀληθὴς κατάπαυσις, δι' ἣν καὶ ὁ ἀπόστολος Παῦλος ἔλεγε· Σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν. Τότε τοίνυν καὶ μάλιστα ἑορτὴ χαρᾶς καὶ εὐφροσύνης καὶ ἀγαλλιάσεως πεπληρωμένη ὑπάρχει τοῖς μέλλουσι κληρονομεῖν, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὥστε, ἀγαπητοὶ, εὐξώμεθα καὶ ἡμεῖς συνεορτάσαι τοῖς δικαίοις ἐν τῷ νυμφῶνι τῆς βασιλείας τῶν οὐρανῶν, οὐ μόνον πρὸς μίαν ἡμέραν, ἢ δύο, ἢ τρεῖς, ἀλλ' εἰς ἀτελευτήτους αἰῶνας. Τοιγαροῦν τῶν ἑπτὰ ἑορτῶν ἡμῖν ἀποδειχθεισῶν, ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἔστι δὲ ἡμῖν περὶ τῆς παρούσης ἑορτῆς τῆς ἐν οὐρανοῖς, λέγω δὲ τῆς τοῦ Χριστοῦ ἀναλήψεως, τὸ διήγημα. ∆αυῒδ μὲν γὰρ εἴρηκε· Καὶ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ· τὴν ἐξ οὐρανῶν δηλαδὴ τοῦ Λόγου παρουσίαν ἐπὶ γῆς ἐσήμανε. Γνόφον δὲ εἶπεν ὑπὸ τοὺς πόδας αὐτοῦ, τὸ διὰ σαρκὸς ἔνδυμα τῆς θεότητος γνωρίζων· ὥστε καὶ ἄγνωστος ἦν τοῖς πολλοῖς ἡ αὐτοῦ παρουσία διὰ τὸ ταπεινὸν καὶ πρᾶον. Πάλιν γὰρ ὁ αὐτὸς προφήτης λέγει· Κύριε, ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. Εἰ γὰρ ἔγνωσαν, φησὶν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Καὶ πάλιν εἶπεν· Ἐπέβη ἐπὶ Χερουβὶμ, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. Ἐπὶ Χερουβὶμ εἶπε, καθότι αὐτὸς καὶ ἐν οὐρανοῖς σὺν τῷ Πατρὶ ὢν ἐπὶ τῶν Χερουβὶμ ἐπωχεῖτο· καὶ σὺν ἀνθρώποις γὰρ ἐπὶ γῆς ἀναστρεφόμενος, τοῦ Χερουβικοῦ καὶ ἐπουρανίου θρόνου οὐδαμῶς ἐχωρίζετο· πτέρυγας δὲ ἀνέμων τὰς νεφέλας αἰνίττεται, ἐν αἷς καὶ ἀνελήφθη καθὼς καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται· Καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Εἶτα καθεξῆς λέγει· Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, θαῦμα τοῖς ἀποστόλοις καὶ ἔκστασις καὶ θροῦς ἐπεγίνετο· θνητοὶ γὰρ τὴν φύσιν ὄντες, καὶ ἀσυνήθεις τοιούτων θεωριῶν, ἐζήτησαν τῇ διανοίᾳ.

Ἀλλ' ἐρεῖ τις, ὅτι προειδότες ἦσαν καὶ τὴν μεταμόρφωσιν ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης. Προεῖδον μὲν ἐκεῖνοι μεταμορφωθέντα τὸν Κύριον, καὶ νεφέλην σκιάσασαν αὐτὸν, ἀλλ' οὐκ εἶδον τὴν νεφέλην εἰς ἀέρα ἁρπασθεῖσαν, καὶ εἰς οὐρανοὺς τὸν ∆εσπότην ἀναλαμβάνουσαν. Θαῦμα ἐκεῖνο, θαῦμα καὶ τοῦτο· ἀλλὰ θαῦμα θαύματος φοβερώτερον, τοῦτο ἐκείνου ὑψηλότερον. κἂν ἑνὸς Θεοῦ ἡ δύναμις καὶ τὸ μυστήριον ὑπῆρχε. Τότε Μωϋσῆς καὶ Ἠλίας ὤφθησαν τοῖς περὶ τὸν Πέτρον, μετ' αὐτοῦ συλλαλοῦντες· νῦν δὲ θρόνος Χερουβικὸς, τουτέστιν, ἀόρατος δύναμις, τὴν νεφέλην καλυπτομένην ἀθρόον ἐπιστᾶσα, τὸν ∆εσπότην τοῖς δούλοις συνομιλοῦντα ἀφήρπασε. Τότε Πέτρος μετὰ παῤῥησίας 52.801 ἀπεκρίνατο· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· ποιήσωμεν ὧδε τρεῖς σκηνὰς, σοὶ μίαν, καὶ Μωϋσῇ μίαν, καὶ μίαν Ἠλίᾳ. Νυνὶ δὲ οὐδὲ φθέγξασθαι ἠδυνήθη τις τῶν μαθητῶν, οὐδὲ τὸ στόμα διανοῖξαι, ἀλλὰ φόβῳ μεγίστῳ καταπλαγέντες ἐξέστησαν. Ἐπάγει δὲ καθεξῆς ἡ