1

 2

2

τόκον. Ἀνθρώπινα τὰ ὁρώμενα, ἀλλὰ θεῖα τὰ πιστευόμενα. «Τίς ἐστιν οὗτός φησιν ὁ βασιλεὺς τῆς δόξης»; Ταῦτα ἐβόων αἱ ὑπερκόσμιοι δυνάμεις. Ξένος ὁ ὁρμώμενος· παρὰ φύσιν γὰρ ὁ ἀνεληλυθώς· φωτοειδὴς μὲν γὰρ ἑωρᾶτο καὶ ἡ τοῦ σώματος θέα. Τῶν γὰρ θείων ἀκτίνων ἐδέξατο τὰς λαμπηδόνας. Ἀνήγαγε δὲ αὐτὴν εἰς οὐρανοὺς ὁ τὴν ἡμετέραν φύσιν ὑπελθών, ἵνα τοῖς ἐπὶ γῆς βατὸν ποιήσῃ τὸν οὐρανόν. Νεφέλη ὄχημα πεποίηται τῆς ἀνθρωπίνης αὐτοῦ περιβολῆς· κἀκείνης ἐποχούμενος πρὸς οὐρανὸν μετέστησε τὸ οἰκεῖον ἔνδυμα. Ὥσπερ τοίνυν τῆς ἐκ παρθένου γεννήσεως παρὰ φύσιν ἡ κύησις, οὕτω καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου παράδοξον τὸ θαῦμα. Πῶς γὰρ οἷόν τε ἀνθρωπίνῳ σώματι ὑπερπτῆναι τὰς οὐρανίας ἁψῖδας; Ἀλλ' ὅπερ οὐκ ἐπεδέ<χ>ετο ἡ φύσις, τοῦτο δεδώρηται ἡ χάρις. «Ἀνελήλυθε» καὶ ὁ δοῦλος οὐκ εἰς οὐρανὸν, ἀλλ' «ὡς εἰς τὸν οὐρανόν». Πολὺ γὰρ τὸ μέσον τῆς τοῦ δούλου ὑπαρξάσης κατὰ χάριν ὑποστάσεως καὶ τῆς τοῦ ∆εσπότου θεοπρεποῦς ἐξουσίας. Ὁ μὲν γὰρ θαυμάσιος Ἡλίας ὁ τοῦ πυρίνου ἅρματος ἡνίοχος οὐχ ὑπερέπτη τὰς οὐρανίας ἁψίδας· ὁ δέ γε πρὸς τὰ οὐράνια μεταστήσας τὴν ἡμετέραν φύσιν βατὸν πεποίηκε τοῖς ἀνθρώποις τὸν οὐρανόν.

Νῦν πέρας εἰλήφασιν αἱ πρὸς τὸν οὐράνιον βασιλέα καταλλαγαὶ καὶ τὴν πάλαι τῷ Πατρὶ ἐκπεπολεμωμένην φύσιν ἀπεκατήλλαξε τῷ οἰκείῳ γεννήτορι ὁ τῇ θεότητι μὲν αὐτῷ συνημμένος, τῇ δέ γε ἀνθρωπείᾳ φύσει τὴν σωτηρίαν οἰκονομήσας διὰ τῆς εἰς ἡμᾶς ἐπιφοιτήσεως. Νῦν ἀνήγαγε τὸ ἡμῖν ὁμογενὲς ὁ μεσιτεύσας ἑκατέρᾳ φύσει. «Εἷς γάρ φησιν Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων». Ἄνθρωπος τὸ ὁρώμενον, Θεὸς δὲ τὸ πιστευόμενον. Τίς τὴν θαυμασίαν ταύτην ἄνοδον τοῦ παραδόξως ἀναληφθέντος λόγῳ παραστῆσαι δυνήσεται; Ἀλλ' ὅπερ οὐκ ἐφικνεῖται ἡ γλῶσσα, τοῦτο διδάσκει ἡ πίστις. Ἀνήγαγε γὰρ τῆς ἡμετέρας φύσεως τὴν ἀπαρχὴν ὁ τῷ σώματι καλυπτόμενος, ὥσπερ ἀπό τινος ληΐου εὐθαλοῦς δρᾶγμα τῷ Πατρὶ προσαγαγών.

Ταύτην τοίνυν τὴν σωτήριον ἀνάληψιν νῦν ἑορτάζομεν· ταύτην τὴν δεσποτικὴν ἄνοδον πανηγυρίζομεν ἀνυμνοῦντες τῆς ἀῤῥήτου δωρεᾶς τοῦ ∆εσπότου τὸ μέγεθος καὶ τῆς ἐφ' ἡμῖν οἰκονομίας ἀνακηρύττοντες τὸ κατόρθωμα, ἵνα καὶ ἡμεῖς λάμψαντες διὰ τῶν κατορθωμάτων καὶ τοὺς τῆς δικαιοσύνης ἐπιδειξάμενοι καρπούς· πρὸς τὸ ἡμῖν ὁμογενὲς ἀναδραμεῖν σπουδάσωμεν καὶ πρὸς αὐτὸν φθάσωμεν τὸν θρόνον τὸν βασιλικὸν, ὅπου ὑπὲρ ἡμῶν ἀνήγαγε τὸ συγγενὲς ὁ ἐνδυσάμενος, ἵνα καὶ τῷ ∆εσπότῃ συμβασιλεύσωμεν καὶ τῶν παρ' αὐτοῦ δωρεῶν ἀπολαύσωμεν, τῆς γῆς τὸν οὐρανὸν ἀνταλλαξάμενοι καὶ τῶν ἐπιγείων τὰ οὐράνια προτιμήσαντες, τὸν οὐράνιον πλοῦτον ἐμπορευσώμεθα, ὅπως τὰς παρὰ τοῦ ∆εσπότου ἀμοιβὰς κομισώμεθα καὶ τῶν τοῦ Κυρίου δωρεῶν ἀπολαύσωμεν χάριτι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.