1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

2

προφαίνει φανέρωσιν καὶ προσκύνησιν, ἐν αἷς καταδεσμούμενος, τὰς τοῦ ἀρχεκάκου πολυπλόκου διέλυσε μηχανὰς, καὶ τοὺς ὑπ' αὐτοῦ δεσμουμένους ἀφαρπάσας τοῦ νοητοῦ θανάτου ἀπελυτρώσατο.

5 Ἅσπερ εἰς ἑορτῆς ὑπόθεσιν ἔχοντες, καὶ ὡς αἰτίας καὶ προξένους τῆς ἐν τῷ τέλει σταυρώσεως ἐπιστάμενοι καὶ περὶ ἕνα καὶ τὸν αὐτὸν ἀπόστολον ταύτας κἀκείνην συμβεβηκυίας καὶ ἡνωμένας θεώμενοι, οὐ πόῤῥῳ τὴν παροῦσαν πανήγυριν τῆς ἱερᾶς τελειώσεως λογιούμεθα· ἀλλὰ μίαν δι' ἀμφοτέρων συγκροτήσαντες σήμερον, ταῖς ἐκ τῶν λόγων τιμαῖς καθ' ὅσον οἷόν τε ζεούσῃ πίστει καταλαμπρύνωμεν.

6 Ταύτην ὡς πανεύσημον καὶ πανίερον καὶ παντὸς τοῦ κόσμου φωταγωγὸν θεοβράβευτον ἐν ἱεραῖς μελῳδίαις κατακοσμήσωμεν. Ταύτην ὡς παρεκτικὴν τῆς τοῦ Ἁγίου Πνεύματος χάριτος καὶ φωτιστικὴν τῶν πρὸς τοῦτο ἐπιτηδείων ψυχῶν τοῖς κατὰ δύναμιν ἐγκωμίοις ἀποσεμνύνωμεν. Οὕτω γὰρ ἂν ἡμῖν ὑπάρξῃ ἐραστὰς τῶν ἀποστολικῶν δεδειγμένους ἐπαίνων, καὶ τὸν τιμώμενον εἰς οἶκτον προσεπισπάσασθαι [φ. 158 ρο], καὶ τῆς εἰς αὐτὸν εὐφημίας πλουτῆσαι συλλήπτορα. Ἐκείνου γάρ μοι τὴν χάριν τῆς γλώσσης παρασχεθῆναι προσλιπαρῶ, ἣν ἡ πυρφόρος τοῦ Πνεύματος διαχαλκεύσασα δύναμις καὶ οὐρανίου καὶ ἀποῤῥήτου διδασκαλίας ἐμπλήσασα, τὰ τῶν ἐθνῶν πολύσπορα γένη τῆς οἰκείας σαγήνης εἴσω μεγαλοπρεπῶς ἐποιήσατο. Ἀλλ' ἐνταῦθα τῷ λόγῳ γενόμενος καὶ πρὸς τῶν ἀποστολικῶν πρακτέων πέλαγος τὸ τοῦ νοῦ ὀπτικὸν ἐπαφεὶς ὁ λόγος ἰλίγγου καὶ σκοτοδινίας ὑποπλησθεὶς καὶ εἰς ἑαυτὸν συστραφείς, συνῳδὸς τῷ μεγαλοφωνοτάτῳ Ἡσαίᾳ φημί· «Ὢ τάλας, λέγων, ἐγὼ, ὅτι ἀκάθαρτος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων» καθαρῶν ἐφάπτομαι ὑποθέσεων μηδεμιᾶς μοι τὸ πρὸς τὰ τοιαῦτα θαῤῥεῖν ἀφορμῆς παρεχούσης τὸ εὔελπι.

7 Οὐκοῦν ἐπὶ τὴν ἄβυσσον τῆς ἀποστολικῆς εὐσπλαγχνίας καθεὶς ἐμαυτόν, βραχείᾳ γλώττῃ τοὺς περὶ αὐτοῦ ἐπαίνους πειράσομαι διανήξασθαι. Τὰ μὲν οὖν περὶ γεννήσεως καὶ πατρίδος καὶ τῶν περιαγαγόντων πατέρων παρείσθω τὰ νῦν· σεμνῶν μὲν καὶ αὐτῶν ὄντων καὶ ἀξίων πρὸς ἀκοὴν, ἀπασχολούντων δὲ τὸν νοῦν καὶ μὴ ἐώντων πρὸς τὰ κρείττω, καὶ ὧν ἡ μνήμη ὠφέλιμος καὶ σωτήριος τὸν λόγον προσεπεκτείνεσθαι.

8 Πολλαὶ μὲν αἱ τοῦδε τοῦ ἀποστόλου θεοσημεῖαι [φ. 158 ῃο] καὶ ἡ τῶν θαυμάτων πληθὺς καὶ τὰ ἄλλα ὅσα ἡ ἐν αὐτῷ κατοικοῦσα χάρις τοῦ Πνεύματος δι' αὐτοῦ ἐνήργησέ τε καὶ ἔδρασεν, ἅτινα, ἐὰν γράφηται καθ' ἓν, καλὸν γὰρ περὶ αὐτοῦ τοῖς θεολογικοῖς προσχρήσασθαι ῥήμασιν, οὐδὲ αὐτὴν οἶμαι τὴν καθ' ἡμᾶς τῶν λόγων ἰσχὺν ἐπαρκεῖν· κἂν ὅτι πάλιστα πρὸς τοῦτο νεανιεύσοιτο. Οὗτος, μετὰ τὴν ἐν τῷ πατρώῳ θρόνῳ τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ὑπερφυᾶ καὶ ἀπόρρητον καθίδρυσιν, συνῆν καὶ συνδιῃτᾶτο τῷ λοιπῷ τῶν ἀποστόλων συστήματι, καὶ κοινὸν μετ' αὐτῶν ἐποιεῖτο τὸ τοῦ εὐαγγελίου κήρυγμα· καὶ ποτὲ μὲν βήματι καὶ δικαστηρίοις μετ' αὐτῶν συμπαρίστατο· ποτὲ δὲ κἂν ταῖς ἐξ Ἰουδαίων ἀτιμίαις καὶ μάστιξι τοῖς ἄλλοις συνεπεπόνθει, καὶ οὐκ ἦν ὅπου μὴ οὐχὶ συνῆπτο τοῖς ἀποστόλοις καὶ τοῖς ἐκείνων ἐκοινώνει παθήμασιν.

9 Ἡ μὲν οὖν τῶν Πράξεων βίβλος πολλοὺς περὶ αὐτοῦ διεξιοῦσα κινδύνους, οἷς ὑπέπεσέ τε καὶ συνεσχέθη, καὶ πολλῶν θαυμάτων μνήμην ποιησαμένη, οἷον τὴν παραδόξως ἐνεργηθεῖσαν ἐν τῷ χωλῷ ἴασιν, τὴν Ἀνανίου καὶ Σαπφείρας ἀδυσώπητον τελευτήν, τὴν τῆς Ταβηθὰ ἐξ αὐτῶν τοῦ θανάτου βρόχων ἀνάστασιν, τὴν Κορνηλίου δι' ἀγγελικῆς ἐπιστασίας μεταβολὴν καὶ μετάθεσιν, τὴν διὰ τῆς σκιᾶς τοῦ σώματος τοῖς ἀσθενοῦσι προσγινομένην ἀνάρρωσιν· ὅσας τε καθυπέμεινε θλίψεις, καθέρξεις, ἐπὶ βημάτων παραστάσεις· ὅπως τε ὑπὲρ Χριστοῦ μαστιχθεὶς ἔχαιρεν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ καταξιωθεὶς ἀτιμασθῆναι· τὰς μετὰ παῤῥησίας