1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

3

ἐκείνας πρὸς Ἰουδαίους δημηγορίας· καὶ ὅπως ἐξ ἀγραμμάτου καὶ ἰδιωτικοῦ στόματος λόγοι σοφίας ἔμπλεοι θείας ἐξεπορεύοντο· τὸν διὰ προσευχῆς γεγονότα σεισμὸν, καὶ τὸ συνεληλυθὸς πλῆθος πρὸς πίστιν ἐφελκυσάμενον.

10 Ταῦτά τε καὶ ὅσα τούτοις ἀκόλουθα πέπονθέ τε καὶ ἔδρασεν, εἰς ὄγκου πλῆθος οὐκ εὐαφήγητον ἀναφερόμενα ἐπιτεμών τε καὶ συνελὼν, ἕνα τῶν πάντων χαλεπώτατον καὶ δυσδιάφευκτον, μετὰ θαυματουργίας ἐνεργηθέντα κίνδυνον ἐπαγορεύει, πολλὴν ἔχοντα καὶ τὴν κατ' αὐτοῦ τῶν Ἰουδαίων ὠμότητα καὶ τῆς ἐκ θεοῦ συμμαχίας τὴν ταχύτητα.

11 Ἡρώδης γὰρ ἐκεῖνος ὁ τοῦ πρώτως βασιλεύσαντος ἐν Ἱερουσαλὴμ ἀπόγονος, ἅτε τοῦ ἰουδαϊκοῦ καὶ σπέρματος ὢν καὶ σεβάσματος, καὶ ζηλωτυπῶν ἐπὶ τῇ καταλύσει τῶν πατρικῶν ἐθῶν καὶ νομίμων ἃ ταῖς τῶν ἀποστόλων ἀνετέτραπτο διδαχαῖς καὶ πρὸς καταστροφὴν ὑπωρύσσετο, ταῖς τῶν ὁμοφύλων ὀργαῖς ἐξαπτόμενος [φ. 159 ῃο] καὶ χαριζόμενος αὐτοῖς εἰ ἐπὶ μᾶλλον χρήσαιτο τῷ κατὰ τῶν ἀποστόλων θυμῷ καὶ τῇ λύσσῃ. Πρῶτα μὲν Ἰακώβου τὸν ἀδελ φὸν Ἰωάννου ἀνῃρήκει διὰ μαχαίρας, τῆς γραφῆς τὸ θυριῶδες αὐτοῦ καὶ ἀπάνθρωπον διὰ τῆς μαχαίρας ὑποδηλούσης. Ἐξῆν γὰρ αὐτῷ καὶ ἑτέρῳ θανάτῳ τὸν ἀπόστολον καταθῦσαι ἢ καὶ θανάτου παραπλησίοις κολάσεσι καὶ τιμωρίαις καταβαλεῖν· ἀλλ' ἵν' ἐκείνου μὲν ἡ καὶ θηρίων αὐτῶν ὠμοτέρα γνώμη στηλιτευθῇ, τούτου δὲ ἡ πρὸς σφαγὴν ἐπίδοσις πρόθυμος γνωρισθῇ, προβάτου δίκην τοῦ ἐπὶ σφαγὴν ἑλκομένου, διὰ μαχαίρας ὑπεδέχετο τὴν τελείωσιν.

12 Οὕτω μὲν οὖν ὁ ἱερὸς Ἰάκωβος τετελείωται, καὶ μαρτυρικῷ θανάτῳ τὸν ἀποστολικὸν ἐπεσφράγισε δρόμον, ἐκεῖνο πιὼν τὸ ποτήριον, ὃ πάλαι πιεῖν αὐτῷ ἡ τοῦ θεοῦ σοφία προέφησε, καὶ βαπτισθῆναι τῷ ἰδίῳ αἵματι προεσήμανεν. Ἰδὼν δὲ, ὅτι ἀρεστόν ἐστι τοῦτο τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον, ὃν καὶ πιάσας ἔθετο ἐν φυλακῇ, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν. ∆ιὰ τὸ τὰς ἡμέρας τῶν ἀζύμων παρεστάναι, βουλόμενος, μετὰ τὸ Πάσχα, ἀγαγεῖν αὐτὸν πρὸς κρίσιν τῷ λαῷ. ∆ιὰ πάντων ὁ συγγραφεὺς [φ. 160 ρο] τὸ αἱμοχαρὲς καὶ φονικὸν αἰνιττόμενος τοῦ Ἡρώδου, τοῖς τοιοῖσδε ῥήμασιν ἐχρήσατο· οὐδὲν γὰρ αὐτῷ πρὸ τῶν ὀφθαλμῶν ἐπράττετο δίκαιον, οὐδὲν ἔννομον, οὐδὲν εὐπρεπὲς καὶ εὔφημον. Ἀλλ' ὅσα πρὸς ἀρέσκειαν τῶν ὁμοφύλων, ὅσα πρὸς θεραπείαν τῆς βεβήλου αὐτῶν προαιρέσεως, ταῦτ' ἦν αὐτῷ καὶ λεγόμενα καὶ πραττόμενα.

13 Τὸ γὰρ τὸν ἀπόστολον κρατῆσαι καὶ εἱρκτῇ παραδοῦναι καὶ τὸν θάνατον αὐτῷ κατὰ πρόσωπον ἐπιστῆναι, τῆς ἰουδαϊκῆς ἀρεσκείας συμπέρασμα ἦν· ᾤοντο γὰρ, ὡς, εἰ τοῦτον ἀνέλοιεν καὶ ἐκ ποδῶν ποιήσαιντο, εὐχερῶς τοῦ λοιποῦ τῶν ἄλλων ἀποστόλων περιγενέσθαι. Αὐτὸς γὰρ ἦν ἀντιπνέων καὶ ἀντιμαχόμενος ἐν συνεδρίοις, ἐν δικαστηρίοις, ἐν συναγωγαῖς, καὶ τὸ τοῦ Ἰησοῦ ὄνομα διαῤῥήδην ἀνακηρύττων καὶ τῇ τούτου ἐπικλήσει τελῶν τὰ ἐξαίρετα.

14 Σκοπεῖν δὲ προσήκει, ὅπως τοῖς κατὰ Χριστοῦ μανεῖσι γραμματεῦσί τε καὶ ἀρχιερεῦσι ἐξομοιοῦσθαι καὶ οὗτος ἐσπούδακεν. Ἐκεῖνοι γὰρ ἔλεγον, μὴ ἐν τῇ ἑορτῇ γενέσθαι τὴν τούτου σύλληψιν, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ, ὡς μετὰ τὴν ἑορτὴν πάντως ἐπὶ τὸν σταυρὸν ἄγειν μέλλοντες. Ἐνταῦθα δὲ μετὰ τὸ Πάσχα τὴν ἐπὶ [φ. 160 ῃο] θανάτῳ (ψῆφον) τοῦτον προσάγεσθαι. Οὐκοῦν ἀνάγκη, ὁμογνωμόνων ὄντων τούτων, ἐκείνοις τοῖς αὐτοῖς καὶ λόγοις καὶ ἔργοις κεχρῆσθαι περὶ τὸν ἀπόστολον, οἷς καὶ περὶ τὸν διδάσκαλον.

15 Εἰς τέσσαρας δὲ τετράδας τὴν τῶν στρατιωτῶν ἀφώρισε φυλακὴν, καὶ οὐκ ἐφ' ἑνὶ τόπῳ, ἀλλ' ἐν πλείοσι καὶ μικρὸν ἄποθεν διεστηκόσιν, ἵν' ἥτε ἀσφάλεια εἴη ὀχυρωτέρα, καὶ τῷ ἀποστόλῳ, ἐὰν προσγένηται τῶν δεσμῶν ἀποδράσαι καὶ τοὺς ἐγγυτέρω διαλαθεῖν φύλακας, ὑπὸ τῶν ἄλλων κατάφορός τε καὶ εὔληπτος γένοιτο.