1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

5

τινος σφενδόνης τοῦ τῆς Ἐκκλησίας στόματος ἐκπεμφθεῖσα πρὸς οὐρανοὺς, τὴν μὲν Ἡρώδου καρδίαν και ρίως κατέτρωσε, τὸν δὲ κορυφαῖον τῶν αὐτοῦ χειρῶν διεσώσατο! Βαβαὶ χάριτος ἀποστολικῆς καὶ ἐλπίδος ἐνυποστάτου καὶ ἀληθοῦς, δι' ὧν τὸ θεῖον ἔχων εὐήκοον, ἐξ αὐτῶν τῶν τοῦ θανάτου βρόχων ἀφήρπαστο! Εἰ δέ τις ἀντεπάγων διαποροίη, τί δήποτε μὴ πρὸς αὐτὸ τὸ συλληφθῆναι γενόμενον τὸν ἀπόστολον ἀνάρπαστον τῶν ἰουδαϊκῶν χειρῶν [φ. 162 ῃο] ὁ διδάσκαλος ἐποιήσατο, ἀλλὰ καὶ δεσμοῖς καὶ φυλακῇ καὶ ἡμερῶν παραδρομῇ καὶ κακώσει περισχεθῆναι συγκεχώρηκεν, ἴστω ὡς οὐχ οὕτως εἰς ἀπορίαν καὶ θαῦμα τοὺς ἐχθροὺς ἡ τοῦ συλληφθῆναι αὐτὸν θεόθεν συμμαχία συνήλαυνεν, ὡς τὸ ἐν χερσὶν τοῦτον ἑλόντας, καὶ ἁλύσεσι πεδήσαντας καὶ φρουροῖς ἀσφαλισαμένους, ἐκ μέσου τῶν ἀφύκτων τούτων καὶ ἀδράστων ἀρκύων ἀνασώσασθαι.

20 Ἐκεῖ μὲν γὰρ τοῖς συλλαβοῦσιν εὐχείρωτος ὢν τάχα ἂν ἔδοξε φαντασιώδη τινὰ τέχνην ἐνηργηκέναι, τῷ πόρρῳ γενέσθαι συλλήψεως, καὶ ἦν ἐν χλεύῃ τὰ τοῦ ἀποστόλου θαυματουργήματα. Ἐνταῦθα δὲ καὶ δεδεμένος ἁλύσεσι, καὶ τέσσαρσι τετραδίοις στρατιωτῶν φυλασσόμενος, καὶ μεταξὺ δύο κοιμώμενος στρατιωτῶν, καὶ μηδενὸς ἐλλείποντος τῶν ὅσα πρὸς θάνατον συνελαύνειν οἶδε τὸν κατάκριτον, οὕτω τῆς ἄνωθεν βοηθείας ἠξίωται, καὶ παραδόξου τυγχάνει ἀπολυτρώσεως· ὅσῳ τοῦτο ἐκείνου θαυμαστότερον καὶ παραδοξότερον, ὅσῳ τὸ ἐκ μέσων ἀνασωθῆναι τῶν δεινῶν τοῦ μηδὲ πρὸς πεῖραν αὐτῶν ἐλθεῖν ἐξαισιώτερόν τε καὶ φρικωδέστερον. Ἀλλὰ καὶ μετὰ τοσαύτην θαυματουργίας δύναμιν καὶ προτροπὴν ἀγγελικὴν οὐκ ᾔδει ὅτι ἀληθὲς ἦν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου [φ. 163 ρο]· ἀλλ' ἐδόκει ὅραμα βλέπειν. Ἠλέγχετο γὰρ ἔτι τῆς ἀνθρωπίνης φύσεως ἡ ἀσθένεια, καὶ τὸ ὑπὲρ φύσιν καὶ ἀφράστως γινόμενον τῇ φυσικῇ ἀκολουθίᾳ παραμετρούμενον, εἰς ἀνυπόστατον ὅραμα διεκρίνετο. Τί οὖν ὁ φανεὶς ἄγγελος; Ἐπείπερ αὐτὸν εἶδεν ἔτι τῷ τῆς ἀπιστίας χειμαζόμενον κλύδωνι, καὶ μηδὲν τῶν ὑπ' αὐτῷ τελεσθέντων παραδόξως γενέσθαι ὑποτοπάζοντα, τὴν μὲν πρώτην καὶ δευτέραν φυλακὴν τῶν στρατιωτῶν οὕτω σὺν αὐτῷ διῆλθεν ἀψοφητὶ, ὡς μηδ' αἰσθέσθαι τοὺς φυλάσσοντας τῆς τούτου διαβάσεως, θείῳ τινὶ νεύματι τοῦ ὕπνου τὰ ἐκείνου πεδήσαντος βλέφαρα πρὸς τὸ μὴ συνιέναι τὸ γεγονός.

21 Ὡς δὲ πρὸς τὴν σιδηρᾶν ἀφίκοντο πύλην τὴν εἰς τὴν πόλιν φέρουσαν, ἣ μὲν αὐτομάτη τούτοις ἠνοίχθη, τοῦ Θεοῦ κἀνταῦθα θαυματουργήσαντος καὶ τὸ τοῦ ἀποστόλου περιδεὲς κατὰ μικρὸν ὑπεξαίροντος καὶ πρόθυμον ἀποδεικνύντος πρὸς τὸ ἑξῆς.

22 Καὶ ἐπειδήπερ ἐξελθόντες προῆλθον ῥύμην μίαν, ὁ μὲν ἄγγελος ἀποστὰς ἦν ἀφανής· ὁ δὲ τοῦ θαύματος ἐν συναισθήσει γενόμενος, καὶ λογισάμενος τά τε πρότερον περὶ αὐτὸν ἐν τῇ φυλακῇ τελεσθέντα θαύματα, «τά τε νῦν ὑπερφυῶς τερατουργηθέντα» καὶ ταῦτα ἐκείνοις συμβάλλων καὶ ἀντεξετάζων καὶ πιστωθείς [φ. 163 ῃο] τὸ τῆς ὀπτασίας ἀληθὲς καὶ βέβαιον καὶ ὡς οὐ φαντασία ἦν τὸ ὁρώμενον, ἀλλὰ πράγματος ἔκβασις ἐναργὴς, τοιάνδε μετ' εὐχαριστίας ἠφίει φωνήν· «Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων».

23 Τί φὴς ἀποστόλων ὑπέρτερε; Νῦν οἶδας; Νῦν πεπίστευκας; Νῦν ἐπιχαίρεις τῷ θαύματι; Ποῦ σοι τὸ ἀψευδὲς τῶν ἐλπίδων ἀπέπτη; Πῶς τὰ τῆς θερμῆς ἐκείνης ὁμολογίας διερρύη. Αἱ δὲ κλεῖς τῆς οὐρανῶν βασιλείας καὶ τὸ τῆς ἐκκλησίας χρηματίζειν ἔρεισμα, ποῦ; Ποῦ δὲ ὁ διακαὴς καὶ διάπυρος ἐκεῖνος πόθος, καὶ ἡ μέχρι θανάτου ἀδιάζευκτος ἕνωσις καὶ συνάφεια. Ἆρ' εἰς κενὸν τὰ τῆς τοσαύ της κατήντησε πίστεως; Ἆρ' εἰς αὔρας αἱ τηλικαῦται σου ἐλπίδες διελύθησαν. Ἆρ' ᾔσθου τῶν παρὰ τοῦ διδασκάλου τελεσθέντων τερατουργημάτων; Ἐπελάθου δὲ τοῦ ἐν θαλάσσῃ κλύδωνος, καὶ ὅπως τῇ δεξιᾷ σε βυθιζόμενον διεσώσατο; Οὐκ ἐνήχους ἔτι