1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

7

28 Ἵν' ἀκούσαντες ἐξ οἵων δεσμῶν ἀνελπίστως ἐρρύσθη πλειόνως ἐπιδοῖεν ἑαυτοὺς πρὸς τὸ τῆς πίστεως κήρυγμα, τῇ τῶν θαυμάτων ἐλπίδι νευρούμενοι, καὶ ἅμα οἱ τῆς ἰουδαϊκῆς ἀποστάντες ἄρτι κακοπιστίας, καὶ τὸ τῆς θεογνωσίας πεφωτισμένοι φωτὶ ἀναρρωσθεῖεν καὶ ἀνακληθεῖεν, τῆς ἐνδομυχούσης αὐτοῖς περὶ τὴν θείαν πίστιν ἀμφιβολίας καὶ παγιώτεροι πρὸς τὸ καλὸν διαμείνοιεν. Ἀλλ' ὢ πωρώσεως ψυχικῆς, ἥτις δι' αὐτῶν τῶν νοητῶν αἰσθητηρίων τοῦ Ἡρώδου χωρήσασα, ὅλον ἀπειθῆ καὶ ἀσυλλόγιστον πρὸς τὴν τῶν ἀποστολικῶν θαυμασίων πεποίηκε δύναμιν.

29 Ἐχρῆν γὰρ τὴν παράδοξον ἀπολύτρωσιν τοῦ ἀποστόλου, ἔκ τε τῶν φρουρῶν, ἔκ τε τῶν ἁλύσεων, ἔκ τε τῶν ἐσφραγισμένων πυλῶν πιστωθέντα, καὶ ὡς οὐ δι' ἀμέλειάν τι συμβέβηκε τῶν αὐτοῦ τὴν ψυχὴν ἀνιώντων ἐπαισχυνθῆναι, ἐγκαλυφθῆναι καὶ εἰ μὴ διαρρήδην διὰ τὸ τῶν Ἰουδαίων κατὰ τοῦ ἀποστόλου μανιῶδες θαυμάσαι τὸ τερατούργημα, ἀλλ' οὖν καθ' ἑαυτὸν καὶ ἐν τῇ ψυχῇ τοῦτο ἐκπλαγέντα, τῆς τῶν φρουρούντων ἀποσχέσθαι σφαγῆς.

30 Ὁ δὲ, ἵνα καὶ μᾶλλον αὐτῷ τὸ θηριῶδες καὶ ἀπάνθρωπον αὔξοιτο, τῇ τοῦ θανάτου ψήφῳ τοὺς ἀνευθύμους ὑπάγει, καὶ ταῦτα [φ. 166 ρο] μηδὲν περὶ τὴν φυλακὴν καὶ ἀσφάλειαν κατοκλάσαντας· ὅτι γὰρ μὴ κατ' ἐκείνου ἴσχυσε τῷ θυμῷ ἀποχρήσασθαι, καὶ τὴν ἑαυτοῦ γαστέρα ἀποστολικῶν ἐμπλῆσαι σαρκῶν, κατὰ τῶν φρουρούντων μανιωδῶς ἐπάγει τὸν θάνατον· εἰ δ' ὅτι δι' αὐτὸν κατακέκριντο, μὴ τοῦ θανάτου θαυματουργήσας τούτους ἐξείλετο ὁ ἀπόστολος. ∆ιττὸν ἔχει τὸν τῆς ἐπιλύσεως λόγον· ἕνα μὲν τὸν ἀπανθρώπως καὶ θηριωδῶς τούτους κεχρῆσθαι τῷ ἀποστόλῳ, συγκοιμωμένους αὐτῷ καὶ δριμυτέρας τῶν δεσμῶν, τὰς ἐκ τῶν λόγων προσφέροντας μάστιγας, καὶ οὐχ ἧττον Ἡρώδου κατ' αὐτοῦ μεμηνότας τε καὶ φρονοῦντας· ἕτερον δὲ τὸ μὴ πρὸς μόνον τὸν κορυφαῖον τῇ τοσαύτῃ χρήσασθαι θηριωδίᾳ, ἢ γὰρ ἂν καὶ φιλανθρωπίας ἠξίωντο ἅπαξ τῷ τοιούτῳ παρωλισθηκότες πτώματι.

31 Ἀλλ' ἐπειδὴ καὶ πρὸς τοὺς λοιποὺς ἀποστόλους τῇ αὐτῇ λύσσῃ ἐχρῶντο, καὶ ἄλλους τῶν πιστῶν διωγμοῖς καὶ κολάσεσι καὶ παντοδαπαῖς βασάνοις αὐτοὺς περιέβαλον, καὶ θανάτου θήρατρα πανταχόθεν αὐτοῖς περιεπήγνυον τοῦθ' ἕνεκα τὴν ἐπὶ θανάτῳ κατεκρίθησαν, παλαιᾶς καὶ συντεθραμμένης καὶ ἀνιάτου κακίας τιννύντες ἀντέκτησιν.

32 Τοῦτο τοῦ κορυφαίου τῶν μαθητῶν τὸ κατὰ τοῦ διαβόλου [φ. 166 ῃο] περιφανέστατον τρόπαιον. Τοῦτο τῶν εἰς αὐτὸν τελεσθέντων θαυμάτων τὸ ὑπερφυέστατον τερατούργημα. Τί πρῶτον τοῦ ἀποστόλου τούτου θαυμάσω; τὸ τοῦ πόθου διάπυρον πρὸς Χριστόν; Ἀλλ' ὢ τῆς διὰ τοῦ Πατρὸς ἄνωθεν γεγονυίας αὐτῷ ἀποκαλύψεως! Τὸ συνθανεῖν ἐθέλειν τῷ διδασκάλῳ, καὶ μηδὲ θανόντι συναπορρήγνυσθαι; Ἀλλ' ὢ τῆς μετὰ τὴν ἀνάστασιν τριττῆς ἐρωτήσεως, δι' ἧς οὐ μόνον τὸν ἐκείνου πρὸς αὐτὸν ἐγκάρδιον διετράνωσεν ἔρωτα, ἀλλὰ καὶ τὰ τῆς τελευτῆς προηνίξατο διὰ τῆς νεότητος καὶ τοῦ γήρως καὶ τοῦ ἀλλοτρίου περιζώματος, τὸ τῆς ἀντιστρόφου σταυρώσεως ὑποσημηνάμενος σχῆμα.

33 Οὗτος περιουσίᾳ πίστεως τὴν ἐκ Θεοῦ καὶ Πατρὸς δεξάμενος ἀποκάλυψιν, Υἱὸν τοῦ Θεοῦ τοῦ Ζῶντος τὸν Χριστὸν τρανῶς ἀνεκήρυξε καὶ τὸ τῶν δύο φύσεων ἀληθὲς ἐπιστώσατο. Οὗτος τῇ διδασκαλικῷ κατεμπιπράμενος πόθῳ πόρρωθεν τὰ τοῦ πάθους τοῦ Ἰησοῦ προαινιττομένου. «Ἵλεώς σοι, φησὶ, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο». Καὶ ὡς τὰ τῶν ἀνθρώπων φρονῶν καὶ οὐχὶ τὰ τοῦ Θεοῦ ἐπιτιμηθεὶς τὴν περὶ τούτου σιγὴν ἐδιδάσκετο.

34 Οὗτος καὶ τοῦ πλοίου τὸν διδάσκαλον ἀπεπέμπετο τῷ ὑπερβάλλοντι τοῦ θαύματος ὑπερεκπληττόμενος, καὶ τῆς ἐκβολῆς αἰτίαν, τὸ ἑαυτὸν ἁμαρτωλὸν εἶναι προβαλλόμενος. Οὗτος [φ. 167 ρο] καὶ μεταμορφουμένῳ παρῆν τῷ Χριστῷ καὶ