1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

8

σκηνὰς ἐπὶ τοῦ ὄρους οἰκοδομεῖν προτεθύμητο, τὴν Ἰουδαίων μιαιφόνον ἐκκλίνων ὁρμήν. Ἆρ' οὐχ ὁ αὐτὸς ἐν τῷ τοῦ πάθους καιρῷ καὶ συντεθνάναι τῷ Ἰησοῦ ὑπισχνεῖτο; καὶ τῇ μαχαίρᾳ τὸ τοῦ φονέως οὖς ἀφῃρήκει; ἐν πᾶσι τὸ ζέον δεικνὺς καὶ διάπυρον τῆς πίστεως; Ἆρ' ἵνα μὴ δὲ πρὸς τὸ λίαν ἀσυμπαθὲς καὶ ἄσπλαγχνον ἀποφέροιτο, οὐκ ἀρνήσει περιπεσεῖν συγκεχώρητο, καὶ κλαυθμῷ τὸ ἁμάρτημα ἐξιάσασθαι; Τί τ' ἄλλα; Ἐῶ τὴν δειλίαν, τὴν φυγήν, τὴν ἀπιστίαν, τὴν εἰς αὐτὸν τὸν τάφον εἰσέλευσιν, τὰ τῶν μυροφόρων πρὸς αὐτὸν εὐαγγέλια, τὴν ἰδιαζόντως τοῦ Σωτῆρος πρὸς αὐτὸν ἐμφάνειαν, τὴν ἐπὶ τῆς Τιβεριάδος θαυματουργίαν, τά τε ἄλλα καὶ ὅσα καὶ πρὸ τοῦ πάθους καὶ μετὰ τὴν ἀνάστασιν ἀπιστοῦντί τε καὶ πιστεύοντι ἐνηργήθη καὶ διεπράχθη· ἅπερ οὐ μάτην συνεχωροῦντο, ἀλλ' ὅσον εἰς ἀνθρωπίνην ἧκεν κατάληψιν. Ἔσθ' ὅτε μὲν ἀνακτώμενα τὸ χαῦνον τοῦ ἀποστόλου καὶ ἀσθενές· ἔσθ' ὅτε δὲ τὸ αὐστηρὸν καὶ θρασὺ τῆς ἐκείνου γνώμης ἀπορραπίζοντα καὶ δι' ἑκατέρων διδάσκοντα μήτε μείζους τῆς ἀνθρωπίνης ἀσθενείας ποιεῖσθαι τὰς ὑποσχέσεις, μήτε κατα πίπτειν καὶ τεθηπέναι [φ. 167 ῃ0] καὶ ὀρρωδεῖν· ὅτε δέον συγκοινωνεῖν τοῦ πάθους τῷ διδασκάλῳ, καὶ τὸ τῆς μαθητείας ὑποφαίνειν δουλοπρεπές, ἀλλ' ἐν ὅροις μένειν μεσότητος, ὅσου ἀπέχειν θερμότητος ἀνεπισκέπτου καὶ ταπεινότητος μικροψύχου.

35 Ἐγὼ δὲ καὶ τοῦτο λέγειν οὐκ ὀκνήσω περὶ αὐτοῦ, ὅτι καὶ μάρτυς, ὡς αὐτός φησι, τῶν τοῦ Χριστοῦ παθημάτων γνωρίζεται, καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός· ὅτι καὶ τοῖς ἐν τῇ διασπορᾷ πιστεύσασιν Ἰουδαίοις, ἁρμοζούσας τὰς πνευματικὰς δι' ἐπιστολῶν ὑπέθετο παραινέσεις, δι' ὧν ἀγάπην αὐτοῖς καὶ στηριγμὸν τῆς ἐν Χριστῷ πίστεως καθυπέφηνε, καὶ τὴν αὐτοῦ παρουσίαν ἐκ παντὸς ἐσομένην ἐλπίζειν ᾐνίξατο, ἐν αἷς καὶ τὴν ἐκ τοῦδε τοῦ σκήνους μετάθεσιν προσημαίνει καὶ ταύτην μόνον πρὸς ζῆλον καὶ φυλακὴν τῶν θείων ἐντολῶν ἀναμιμνήσκει· ἐμφόβους τε καὶ περιδεεῖς ἐργάζεται τῷ τοῦ κατακλυσμοῦ παραδείγματι καὶ τῇ τῶν ἁμαρτησάντων ἀγγέλων κατακρίσει καὶ ταρταρώσει, πρὸς οἷς καὶ τῆς δευτέρας παρουσίας ὑπομιμνήσκει, ἐν ἧ τοὺς οὐρανοὺς μὲν παρελεύσεσθαί φησι, στοιχεῖα δὲ καυσούμενα διαλυθήσεσθαι.

36 Τοῦτον καὶ ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἐμακάρισε καὶ [φ. 168 ρο] ὁ τούτου Θεὸς καὶ Πατὴρ ἐστεφάνωσε καὶ τὸ συγγενὲς καὶ Παράκλητον Πνεῦμα καθαγιάσαι θεόπνουν ὄργανον ἀπέδειξε. Τοῦτον αἱ τῶν νοερῶν ἀγγέλων ἐπευφήμησαν τάξεις. Τοῦτον ὁ τῶν ἀποστόλων ὑπερηγάσθη χορὸς καὶ ὡς ἑαυτῶν στόμα περιεπτύξαντό τε καὶ ἀνύμνησαν. Τοῦτον οἱ τῷ Χριστῷ πεπιστευκότες ὁδηγὸν καὶ διδάσκαλον ἔχοντες, τοῖς τῆς ἀπιστίας προσκόμμασιν οὐ προσπταίουσι. Τοῦτον καὶ οὐρανομήκη καὶ πολύφωτον στῦλον τοῦ νοητοῦ Ἰσραὴλ ὀνομάζομεν καὶ κυβερνήτην τῶν ἐν πελάγει κακοπιστίας χειμαζομένων ψυχῶν. Τοῦτον καὶ ὡς τοῦ νόμου παρωσάμενον τὸ σκιῶδες ὑπερτιμῶμεν καὶ πρὸς τὸ τῆς ἀληθείας φέγγος μεταταξάμενον ἀνυμνοῦμεν. Ὄντως οὗτός ἐστιν ἡ τῶν ἀποστόλων κρηπὶς, ὁ τῶν οὐρανίων μυσταγωγὸς, ὁ τῶν ἀποῤῥήτων ὑφυγητὴς, ὁ τῶν σαλευομένων στηριγμὸς, ὁ τῶν καταπιπτόντων ἀνορθωτὴς, ὁ τῶν ἐστηριγμένων συντηρητὴς, ὁ τῆς μετανοίας θερμότατος ὁδηγὸς, Πέτρος τὸ μέγα θαῦμα τοῦ κόσμου παντὸς, τὸ τῆς ἐκκλησίας καύχημα, τὸ τῶν μαθητῶν σεμνολόγημα, τὸ τῶν ὀρθοδόξων ὡράϊσμα, τὸ τῶν θεολόγων ἐγκαλλώπισμα, τὸ στόμα Χριστοῦ, ὁ νοῦς ὁ οὐράνιος, τὸ τῆς Τριάδος καθαρώτατον σκήνωμα, ὁ τῶν προσκεκρουκότων διαλλακτὴς, ὁ τῶν σεμνῶς βιούντων χειραγωγὸς, ὁ τῶν καλῶς τρεχόντων ὑπασπιστὴς, ὁ παντὸς οὐρανίου καὶ ἐπιγείου ἐπαίνου καὶ πάσης εὐφημίας ἐπάξιος.

37 Τούτου αἱ μὲν σκιαὶ καὶ τὰ σουδάρια νόσων ὑπῆρχον φυγαδευτήρια. Αἱ δὲ τοῦ τιμίου σώματος προσψαύσασθαι ἁλύσεις ὅσῳ πλησιεστέρας ἔτυχον τῆς προσψαύσεως, τοσοῦτον ἀφθονοτέρας τῆς τῶν θαυμάτων μετέσχον ἐνεργείας·