1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

12

πάνσεπτος καὶ ταῖς ἀποστολικαῖς χερσὶν καὶ ὑπουργήσασα καὶ προσψαύσασα καὶ πρὸς ἰσότητα τῶν παντίμων ἁλύσεων καὶ τιμωμένη καὶ σεβομένη, τῆς ἐν βασιλείοις ἔλαχε καταθέσεως, ἐν οἷς τέμενος ἱερὸν τῷ ἀποστόλῳ ἀνιδρυμένον ὡς θησαυρὸν ἱερὸν καὶ οὐράνιον ταύτην ἔνδον ἐνεκολπώσατό τε καὶ περιέστειλε. Καὶ νῦν βασιλεῦσι πιστοῖς καὶ θεραπείᾳ βασιλέων, καὶ πλήθεσι πάντων πιστῶν ἁγιασμοῦ πηγὴ, χαρίτων οὐρανίων παροχὴ, ἰαμάτων παντοίων ἐπιρροὴ, προσκυνούντων σωτήριος φυλακὴ καὶ τῶν ἀσπαζομένων ἀνόρθωσις ψυχική. Εἰ δὲ καὶ βραχεῖα τις ὁρᾶται καὶ ἄμορφος οὐ διὰ τοῦτο παρορατέον· τὴν γὰρ ἀποστολικὴν ἐν αὐτῇ περιέχει τῶν τεραστίων ἰσχύν τε καὶ δύναμιν. Ταύτην καὶ ὡς δυνατοῦ ῥομφαίαν ἐκέκτητο καὶ ὡς δίστομον ἐγνώριζε μάχαιραν. Ἐπεὶ καὶ τἄλλα τῶν ἀποστολικῶν ἐσθημάτων τε καὶ περιβλημάτων πολλῆς γέμει τῆς εὐτελείας καὶ ταπεινότητος, ἀλλὰ πρὸς τὴν νοητὴν εὐπρέπειαν καὶ μεγαλειότητά [φ. 174 ρο] τις ἀπιδὼν εὑρήσει ταῦτα πεπληρωμένα θεϊκῆς καὶ οὐρανίου χάριτος καὶ τῶν ἀποστολικῶν τερατουργημάτων κατὰ μηδὲν ἐλλείποντα, ἀλλ' αὐτὸν ἐκεῖνόν τε εἰπεῖν καὶ τούτων ἐπιμνησθῆναι. Ἐγὼ δὲ καὶ αὐτὴν τὴν φρουρὰν παντοίως ἀξιῶ εὐφημίας καὶ πάσης σεβασμιότητος ἔμπλεων ὡς ἀξιωθῆσαν τηλικούτων ἁγιωσύνης τέμενος ἔνδον εἰσδέξασθαι.

50 Ἐγὼ καὶ αὐτὸ τὸ ἔδαφος ἐφ' ᾧ ἀνακληθεὶς ἐκαθεύδησε δέσμιος, ἁγιοπρεπὲς ὑπολαμβάνω καὶ τῆς ἀποστολικῆς χάριτος μέτοχον. Ἀλλὰ διστάζει τις μὴ οὕτως ἔχειν αὐτὰ, μήδ' ἐν μετουσίᾳ τῆς ἐν τῷ ἀποστόλῳ καθίστασθαι χάριτος. Αἱ σκιαὶ τοῦτον πεισάτωσαν καὶ τὰ σιμικίνθια. Αἱ μὲν τῇ ἀντιφράσει τοῦ σώματος πρὸς τὸ ἡλιακὸν φῶς συνιστάμεναι καὶ μακρὰν οὖσαι τῆς τοῦ κορυφαίου προσψαύσεως, τὰ δὲ τῷ τούτου χρωτὶ πλησιάσαντα τῆς ἐκεῖθεν μετείληφε θείας χάριτος, τῆς ἴσης θαυματουργοῦ δυνάμεως ἐμπιπλάμενα καὶ, ὃ τούτου παραδοξότερον, κατὰ δευτέραν μετουσίας ἀκολουθίαν τε καὶ μετάβασιν τῶν χαρίτων τοῖς προσπελάζουσι μεταδιδομένων καὶ τὸ ταυτὸν τῆς ἐναργείας τῶν θαυμάτων ἀναβλυζόντων ἀμείωτον.

51 Σκοπεῖν οὖν χρὴ, εἰ [φ. 174 ῃο] τὰ ἐνεργούμενα τοιαῦτα ποταπὸς ἦν ὁ ἐνεργῶν, καὶ εἰ τὰ μετέχοντα τηλικούτων θαυμάτων παρεκτικὰ, πηλίκον οἴεσθαι δεῖν τὸν ὑπ' αὐτῶν μετεχόμενον. Μεῖζον γὰρ τὸ δι' οὗ τοῦ ἐν ᾧ ἐστι, αἰτίαν τοῦ λόγου ἐπέχον πρὸς αἴτιον καὶ ὑποδεοῦς πρὸς δεκτικὸν ὕψωμα καὶ ἀξίωμα. Εἰ δὲ καὶ τὰ σανδάλια τούτου καὶ τὰ ἱμάτια, ἃ περιβαλέσθαι πρὸς τοῦ ἀγγέλου ἐπετέτραπτο, δοίη μοί τις θεάσασθαι, ἠσπασάμην ἂν καὶ περιεπτυξάμην καὶ ὡς οὐράνιον δῶρον τοῖς τῆς καρδίας ταμείοις συνέκρυψα. Τὴν οὖν τοιαύτην ἱερὰν μάχαιραν ταῖς ἱεραῖς καὶ ἀποστολικαῖς ἐπισυνάπτοντες ἁλύσεσιν, ἐκεῖνον ὁρᾶν νοητῶς φανταζόμεθα, καὶ ἀμφοτέροις προσψαύοντες, ἐκείνῳ προσψαύειν οἰόμεθα. Καὶ οὐδαμῶς ταῖς ἐννοίαις συνδιϊστῶμεν τὰ τοπικῶς ἀπ' ἀλλήλων διϊστάμενά τε καὶ διαιρούμενα. Ἀλλ' ἐντυποῦντες αὐτὰ τῷ νῷ καὶ ταῦτα κἀκεῖνον εἰς ἓν διὰ τῆς πίστεως ἑνοῦντες καὶ συνάπτοντες, πρὸς τὸν δι' αὐτὸν πεπονθότα τὴν ἀναφορὰν τοῦ λόγου ποιούμεθα.

52 Ταῦτα περιπτυσσόμενοι αὐτὸν ἐκεῖνον ὁρᾶν πιστεύομεν. Κἀκεῖνον ἀνιστοροῦντες, ταῦτα τούτῳ περικείμενα ὁρᾶν οἰόμεθα, καὶ οὐ πάντη τῶν αὐτοῦ χαρίτων ἀμέτοχα [φ. 175 ρο] καθεστήκαμεν. Ἀλλ' εἰ καὶ τῇ παλαιᾷ ἐμφιλοχωρεῖ Ῥώμῃ διὰ τῆς τοῦ σώματος ἀποκληρώσεως, οὐδὲ ἡμῶν ἀπολιμπάνεσθαι βούλεται διὰ τῆς αὐτοῦ μαχαίρας καὶ τῶν ἁλύσεων. Πάρεστι γὰρ καὶ πρὸς ἡμᾶς. Καὶ τοῦτον ὡς ὅλον κατέχοντες, οὐκ ἀπερρήγμεθα τῆς πρὸς αὐτὸν συναφείας τε καὶ ἑνώσεως. Ἀλλὰ καὶ τῆς χάριτος μιᾶς οὔσης τῆς διὰ τοῦ σώματος καὶ τῶν ἁλύσεων καὶ ἱματίων καὶ τῆς μαχαίρας ἐνεργούσης, οὐκ ἄν τις διαπιστήσειεν μὴ οὐχὶ καὶ ἐν ἑκάστῳ τούτων, ἄρτιον καὶ ὁλόκληρον συμπαρεῖναι, καὶ τοῖς πιστῶς προσιοῦσι καὶ περιπτυσσομένοις πρὸς τὸ τοῦ θείου πόθου διάπυρον ἀντιμετρεῖν τὴν ἀντίδοσιν.