1

 2

 3

 4

4

ὕδασι τὰ ὑπερῷα αὐτοῦ; πῶς δὲ τὸ πενιχρόν μου καταγώγιον ὁμόσκηνον δέξεται τὸν σπιθαμῇ τὸν οὐρανὸν μετρήσαντα; ποία στέγη χωρήσει τὸν σύμπαντα τὸν οὐρανὸν καὶ τὴν γῆν χωροῦντα ὁμοῦ; Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὡς μὲν εὐεργέτου τὴν εἴσοδον ἁρπάζω, ὡς δὲ κριτοῦ τὴν παῤῥησίαν εὐλαβοῦ 61.772 μαι. Ἐπίσκοπος εἶ ψυχῶν, ἐξεταστὴς νεφρῶν, ἐρευνητὴς καρδίας καὶ κριτὴς ἁμαρτιῶν. Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. ∆έδοικα ἐμαυτόν· Εἰπὲ οὖν λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου. Ἆρα οὐ δοκεῖ σοι [ὁ λέγων], Εἰπὲ λόγῳ μόνον, σαφῶς εἰδέναι, ὅτι Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ πᾶσα ἡ δύναμις αὐτῶν, καὶ ὅτι πάντα Λόγῳ γινόμενα καὶ συνέχεται καὶ διοικεῖται; Ἀπὸ γὰρ θείας ἐννοίας φωτισθεὶς ὁ ἀνὴρ ἀθρόον τὸν Ἰησοῦν σώματι ἑώρα, τοῦτον Υἱὸν Θεοῦ γνωρίζων. Εἰπὲ, φησὶ, λόγῳ μόνον. Οἶδα τί προηγόρευσεν ὁ σοφὸς Σολομὼν περὶ σοῦ· Οὔτε βοτάνη, οὔτε μάλαγμα ἐθεράπευσε τὸν λαόν σου, ἀλλ' ὁ λόγος ὁ σὸς, Κύριε, ὁ πάντα ἰώμενος. Εἰπὲ λόγῳ μόνον. Οἶδα τίνος Λόγος χρηματίζεις, καὶ ὅσην κεκτημένος τὴν δύναμιν τυγχάνεις, καὶ ὅτι λόγῳ τὰ πάντα ποιῶν διετέλεσας. Οὐκ ὤδινεν ὁ Πατὴρ ἐπὶ σοὶ γεννῶν σε· οὐκ ὠδίνεις ποιῶν, οὐκ ὠδίνεις δημιουργῶν. Εἰπὲ λόγῳ μόνον. Ὁ γὰρ λόγος σου πρὸς πάντα ἀνυσιμώτατος τυγχάνει, οὐ τὸν ἀέρα πλήττων, ἀλλὰ τὴν σὴν θέλησιν δηλῶν.

Εἰπὲ οὖν λόγῳ μόνον· δὸς τὸ σύνθημα εἰς πληροφορίαν τῶν ἀκουόντων. Βλέπε σύνεσιν, τὴν μὲν ἄφιξιν ὑπερθέσθαι παρακαλεῖ, τὴν δὲ γνῶσιν οὐ περιγράφει· τὴν μὲν γὰρ γνῶσιν αὐτῷ μαρτυρεῖ, τὴν δὲ ὑπόστασιν εἰς ὁδὸν παραιτεῖται. Ταύτην δὲ τὴν οὕτω σοφὴν ἔννοιαν διαδέχεται ἄλλη τις μείζων. Οὕτω γὰρ ἀπὸ δυνάμεως εἰς δύναμιν ὁ ἀνὴρ προβαίνει, καὶ πηγάζει παρ' αὐτῷ ἀξιολόγων νοημάτων πλοῦτος, νεάζων ἐν ταῖς τῶν θεωρημάτων ἐπιδόσεσιν. Εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας· καὶ λέγω τούτῳ. Πορεύου, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ, Ποίησον τοῦτο, καὶ ποιεῖ. Οἶδα, φησὶν, ὅτι τῶν πάντων τὴν ἐξουσίαν περιεζωσμένος, ὡς εἷς τῶν πάντων πρὸς ἡμᾶς ἐπεδήμησας. Ἦλθες πρὸς ἡμᾶς ὡς ἡμεῖς, πάντων ἔχων τὴν ἐξουσίαν, ὡς λέγει ὁ ἅγιος ∆αυΐδ· Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. Καθεύδεις, καὶ ἡ θάλασσα διανίσταται· ἀνίστασαι, καὶ γαληνιᾷ τὰ κύματα. Τεθνεῶτας καλεῖς καὶ ὁ τεθνεὼς τοῦ ζῶντος ὀξύτερον ὑπακούει. Εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος. Ἐνταῦθα τὴν τῆς ψυχῆς αὐτεξούσιον ὁρμὴν κωλύειν τοῦ ἐπὶ τὰ κρείττονα παραβαίνειν δηλοῖ. Ἔχω, φησὶν, ὑπ' ἐμαυτὸν στρατιώτας. Στρατιώτας τοὺς ἐν τῷ ἀνθρώπῳ ποικίλους καὶ διαφόρους ἐμφωλεύοντας λογισμοὺς καλεῖ. Οἶδε γὰρ ὁ μακάριος Παῦλος τούτους στρατιώτας ὀνομάζειν· Συνήδομαι, φησὶ, τῷ νόμῳ κατὰ τὸν ἔσω ἄνθρωπον· ὁρῶ δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας.

Εἰκότως οὖν ἔλεγεν, Ἔχω ὑπ' ἐμαυτὸν στρατιώτας· οὐ κατ' ἐμαυτοῦ ἔχω· καὶ λέγω τούτῳ, Πορεύου, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· οὐκ ἄρχομαι, ἀλλ' ἄρχω τῶν λογισμῶν. Τάχα που ὁ ἑκατόνταρχος καὶ διὰ τοῦτο κέκληται ἑκατόνταρχος, ὡς ἄρχων καὶ αὐτοκράτωρ τῶν παθῶν, τοσαύτην ἐν τοῖς ἀλόγοις πάθεσιν ἡμῖν καρτερίαν ἐπιδεικνύμενος· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.