1

 2

 3

 4

1

In decem virgines Εἰς τὴν παραβολὴν τῶν δέκα παρθένων, καὶ περὶ ἐλεημοσύνης. Τῇ ἁγίᾳ

καὶ μεγάλῃ γʹ.

59.527 αʹ. Ὅταν τὸ εὐδαπάνητον τῆς ζωῆς ἐννοήσω, καὶ τοῦ ἐνιαυτοῦ τὸν ἐπινεύοντα κύκλον, καὶ τὴν πολύσκυλτον τῶν ἀνθρώπων διαγωγὴν, καὶ τὰς βιωτικὰς περιστάσεις, τό τε παρατρέχον τοῦ παρόντος αἰῶνος, καὶ τὴν σκιὰν τῶν πραγμάτων, τῆς δόξης τὸ πρόσκαιρον, τῆς δυναστείας τὸ εὐδιάλυτον, τῆς εὐημερίας τὴν φαντασίαν, καὶ τοῦ πλούτου τὸ ὄναρ· εἶτα σκοπήσω τὴν τοῦ τέλους ἡμέραν, καὶ τῆς συντελείας ἐκεῖνο τὸ ἀπαραίτητον τάχος, τόν τε τοῦ λογοθεσίου καιρὸν, καὶ τὸν ἀκολάκευτον δικαστὴν, καὶ τὴν γέμουσαν φρίκης κατάστασιν, πῶς ἀστράπτων ὁ κριτὴς παραγίνεται ἐξ οὐρανῶν, πῶς ταραττόμεναι αἱ δυνάμεις προτρέχουσι, πῶς ὁ φοβερὸς ἑτοιμάζεται θρόνος, πῶς ὁ οὐρανὸς ὡς βιβλίον εἱλίσσεται, πῶς καυσοῦνται τὰ στοιχεῖα τῷ φόβῳ λυόμενα, πῶς κλονεῖται τὸ ἔδαφος προσδεχόμενον τὴν τοῦ κριτοῦ ἐπίβασιν, πῶς φοβερῶς ἀλαλάζουσι σάλπιγγες, πῶς ἀνοίγονται τὰ μνήματα, πῶς ἐκτινάσσονται τάφοι, πῶς ὡς ἐξ ὕπνου ἀποπηδῶσιν οἱ νεκροὶ, πῶς ὁ χοῦς ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ πρὸς τὴν οἰκείαν ἐπανέρχεται τάξιν, πῶς παλινδρομοῦσιν αἱ ψυχαὶ πρὸς τὰ σώματα, πῶς εἰς ἀπάντησιν οἱ δίκαιοι τρέχουσι, πῶς ἐφίσταται ὁ νυμφίος μεσονυκτίῳ, πῶς ἀξιοῦνται τῆς εἰσόδου οἱ δίκαιοι, πῶς τοῖς ῥᾳθύμοις ἀποκέκλεισται ἡ θύρα τοῦ νυμφῶνος· ὅταν ταῦτα πάντα ἐν τῇ ψυχῇ μου μεριμνήσω, μακαρίζω τὰς φρονίμους ἐκείνας παρθένους, ἃς ἡμῖν ἀρτίως ἡ τῶν Εὐαγγελίων παρήγαγε βίβλος, ὅτι πρὸς τοῦ ὕπνου κατηγωνίσαντο τοῦ πάθους, ὅτι τὸ εὐόλισθον καὶ ἐμπαθὲς τῆς ἐπικήρου ζωῆς βδελυξάμεναι, τῆς ἀκηράτου καὶ θείας ζωῆς ἀξίως ἐφρόντισαν, ὅτι τὸ ἀπαραίτητον τοῦ χρόνου σκοπήσασαι, τὴν ὥραν τῆς παρουσίας ἐτήρησαν, καὶ τῆς ἐπιστασίας ἐκείνου τοῦ ἀφθάρτου νυμφίου τὸν φόβον ἐνεθυμήθησαν, καὶ τὸ νυκτερινὸν δοκιμάσασαι 59.528 σκότος, ἀκριβῶς τῶν λαμπάδων ἐφρόντισαν. Οὐδὲν δὲ κωλύει καὶ αὐτὰς τὰς θείας τοῦ Εὐαγγελίου διεξελθεῖν συλλαβάς.

Ὡμοιώθη γὰρ, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πότε ἐξῆλθον; ἆρα μὴ ὅτε κατέλαβεν αὐτὰς τῆς ζωῆς τὸ ἐμπρόθεσμον; ὅτε ἔφθασε τὸ πρόσταγμα; ὅτε ἐπέστη τοῦ θανάτου ἡ ἀπόφασις; ὅτε ἀπεστάλησαν οἱ κατεπείγοντες τοῦ τέλους ἄγγελοι, τότε ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου; Οὐδαμῶς. Ἀλλὰ πότε ἐξῆλθον; Ὅτε τοῖς βιωτικοῖς περισπασμοῖς ἀπετάξαντο, ὅτε τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίζειν προείλοντο, ὅτε τὴν ἑκούσιον σκληραγωγίαν ἠγάπησαν, ὅτε τοῖς γάμου οὐχ ὑπετάγησαν νόμοις, ὅτε τῶν τοῦ βίου ἡδονῶν κατεφρόνησαν, ὅτε τὴν ἀγαθὴν μερίδα τῆς ἀφθαρσίας ἐξελέξαντο, ὅτε τῆς εὐφροσύνης τὸν τρόπον ἠγάπησαν, ὅτε τὸν τῆς ἁμαρτίας ἐβδελύξαντο ῥύπον, ὅτε τὰ τῆς σωφροσύνης συνέθεντο, ὅτε τοῦ καθαροῦ νυμφίου ἠράσθησαν, ὅτε τοῦ τῆς βασιλείας ἐπεθύμησαν κάλλους, ὅτε πᾶσαν βιωτικὴν ἀπεδύσαντο φροντίδα, τότε ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Ἦσαν δὲ, φησὶν, αἱ πέντε φρόνιμοι, καὶ αἱ πέντε μωραί. Καὶ τί τῶν φρονίμων τὸ γνώρισμα; Ὅτι συνῆψαν τῇ σωφροσύνῃ τὴν ἐλεημοσύνην, ἐκόσμησαν τὴν παρθενίαν τῇ εὐποιίᾳ, ἔγνωσαν ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν, ἐδοκίμασαν ὅτι τὸ ἓν οὐκ ἐπαρκεῖ πρὸς σωτηρίαν κατόρθωμα· ἑνὶ γὰρ πτερῷ ἀετὸς εἰς ὕψος οὐκ ἐφικνεῖται· Ἐμνημόνευσαν τῆς τοῦ νυμφίου φωνῆς τῆς λεγούσης. Ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ πάλιν, ὅτι Κατακαυχᾶται ἔλεος κρίσεως. Ταῦτα καλῶς βουλευόμεναι, ἐπλήρωσαν τὰ ἀγγεῖα αὐτῶν ἐλαίου. Ποῖα ἄρα ἀγγεῖα; Τὰς τῶν πεινώντων κοιλίας. Μεσίτας γὰρ τοῦ πνευματικοῦ γάμου τοὺς πτωχοὺς