1

 2

 3

 4

2

ἐπορίσαντο, ἐσκεύασαν μεθ' ἑαυτῶν τῶν οἰκτιρμῶν τὰ ἐφόδια· οἱ πεινῶντες ἐτρέφοντο, καὶ αἱ λαμπάδες ἐφαιδρύνοντο· οἱ πτωχοὶ ηὐχαρίστουν, καὶ ὁ 59.529 νυμφίος ἐτέρπετο· ἡ ἐλεημοσύνη ἐσπείρετο, καὶ ὁ προσδοκώμενος μισθὸς ηὐτρεπίζετο. Καὶ αἱ φρόνιμοι τὰ τοῦ ∆αυῒδ ἐβόων· Ἡτοιμάσθημεν, καὶ οὐκ ἐταράχθημεν· αἱ δὲ μωραὶ τὰς λαμπάδας κρατοῦσαι χωρὶς ἐλαίου πόῤῥωθεν ἀπὸ τοῦ νυμφίου ἐβλέποντο. Πῶς εἴχοντο ἑνὶ κατορθώματι; πῶς τὴν μὲν ἁγνείαν ἐκτήσαντο, τὴν δὲ φιλανθρωπίαν ἀπώσαντο; πῶς ἀπάθειαν μὲν τῷ σώματι περιεποιήσαντο, συμπάθειαν δὲ περὶ τοὺς δεομένους οὐκ ἐπεδείξαντο; πῶς τὴν μὲν σωφροσύνην ἠγάπησαν, τὴν δὲ φιλοξενίαν ἀπεστράφησαν;

Τί οὖν τὸ πέρας; Χρονίζοντος γοῦν τοῦ νυμφίου, φησὶν, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Ἀλλ' αἱ μὲν προαποθέμεναι τὸ ἔλαιον, εἶχον τὸ ἀσφαλὲς, ὅτι αἱ λαμπάδες αὐτῶν οὐ σβεσθήσονται· αἱ δὲ μωραὶ τὸν τῆς ἀνάγκης καιρὸν ἐξεδέχοντο. Τί οὖν συντόμως οὐ λέγω; Ἐπέστη ἡ ὥρα, ἔφθασεν ὁ καιρὸς, οἱ κτύποι κατήρξαντο, ἤχουν αἱ σάλπιγγες, ἐδονοῦντο τὰ στοιχεῖα, ὁ ἀνὴρ ἐκλονεῖτο, ἐκλίνετο ὁ οὐρανὸς, ἔτρεμε τὸ στερέωμα, ἀστέρες ἐλύοντο, ἐταράττοντο αἱ δυνάμεις, προέτρεχον ἄγγελοι, ἀστραπαὶ προεβάδιζον, μέγαν εἶχεν ἡ κτίσις τὸν θόρυβον. Οὐ γὰρ ἐν ἡμέρᾳ, ἀλλ' ἐν μεσονυκτίῳ ὁ δικαστὴς παραγίνεται. Εἶτα τί; Γίνεται κραυγὴ καλοῦσα πρὸς τὴν ἀπάντησιν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ. Τί οὖν τὸ γινόμενον; Ἐξανέστησαν πᾶσαι αἱ παρθένοι, ἀπετινάξαντο τὸν ὕπνον, ἐπελάβοντο τῶν λαμπάδων· ἀλλ' αἱ μὲν ἐκαίοντο, αἱ δὲ οὐκ ἔφαινον. Αἱ τῶν φρονίμων τῷ ἐλαίῳ τῆς εὐποιίας ἠρδεύοντο, αἱ δὲ τῶν μωρῶν ἀπεσβέννυντο. Ὄντως ἐλεεινὸν ἦν τὸ πρᾶγμα. Ἄφευκτος ἐκύκλωσεν ἀνάγκη τὰ γύναια· οὐκ εἶχεν ἡ ἀποτυχία ἀφορμὴν παρακλήσεως. Τότε οὖν προσελθοῦσαι ταῖς φρονίμοις ἐπεζήτουν, ὅπερ λαβεῖν οὐκ ἠδύναντο. ∆ότε γὰρ ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἔδει οὖν πάλαι αὐτὰς μιμήσασθαι, καὶ μὴ νῦν ἱκετεύειν· ἔδει γὰρ παρὰ τῶν πωλούντων ἀγοράσαι τὸ ἔλαιον. ∆ότε ὑμεῖς ἔλαιον, φασὶν, ἡμῖν. Μάτην παρακαλεῖτε τὰς φρονίμους, ὦ ῥᾴθυμοι· ἔφθασε λυθῆναι τῆς ζωῆς ἡ πανήγυρις, παρῆλθε τοῦ βίου τὸ θέατρον· οὐκ ἔστι νῦν συναλλαγμάτων καιρός· νῦν ἡ τῶν ἔργων ἐπιζητεῖται ἐπίδειξις. Ἔδει προθεωρεῖν τὸν κίνδυνον τοῦ παρόντος αἰῶνος· ἔδει ταύτης φροντίσαι τῆς ἀπαντήσεως· ἔδει ἐνθυμηθῆναι, ὅτι αἱ λαμπάδες χωρὶς ἐλαίου φωτίζειν οὐ δύνανται. Λέγετε, ∆ότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Οὐδεὶς ἀλλοτρίοις ἐγκαλλωπίζεται ἔργοις· ἕκαστος θερίζει ὅπερ ἔσπειρε. «∆ότε ὑμεῖς ἡμῖν ἔλαιον.» Τί οὖν πρὸς αὐτὰς αἱ φρόνιμοι; Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε. Ἔτι κἂν μικρά τις ὑπολέλειπται ὥρα, δράμετε, κάμετε· οὔπω ἐφέστηκεν ὁ νυμφίος· σπεύσατε πρὸ τοῦ κλεισθῆναι τὰς θύρας, πρὸς τοὺς πωλοῦντας ἀπέλθετε. Καὶ τίνες, ὦ φρόνιμοι, οἱ πωλοῦντες; εἴπατε· ἀγνοοῦσι γὰρ αὗται μὴ κτησάμεναι συναλλάγματος τοιούτου συνήθειαν. Τίνες οἱ πωλοῦντες; Οἱ ταῖς θύραις τῶν ἐκκλησιῶν παρακαθήμενοι πένητες, αἱ λογικαὶ χελιδόνες, αἱ τῶν ψυχῶν εὐαγγελιζόμεναι λογικὸν ἔαρ, οἱ αἰδέσιμοι πρὸς τὸν ∆εσπότην μεσῖται, οἱ ἀήττητοι ῥήτορες ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι τὸ ἔλαιον, ἦλθεν ὁ νυμφίος, καὶ ἐκλείσθησαν αἱ θύραι. Ὢ τῆς ἐπιβλαβοῦς ῥᾳθυμίας· ὢ τῆς ἀθεραπεύτου ὀδύνης· ὢ τῆς ἀπαραμυθήτου ζημίας· ὢ πένθους ἀπαρακλήτου. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος. Ἦλθεν ἡ προσδοκωμένη χαρὰ, ἦλθε τῶν δικαίων τὸ καύχημα, ἦλθε μεσονυκτίῳ τὸ φῶς. Ἀπήντησαν αἱ φρόνιμοι, συνεισῆλθον τῷ νυμφίῳ, καὶ ἐκλείσθησαν αἱ θύραι.

βʹ. Φρίττω, τὸ γενόμενον ἐνθυμούμενος· τρέμω, τὸ συμβὰν τοῖς γυναίοις

ἀστόχημα διηγούμενος. Τὴν παστάδα τὴν φοβερὰν ἰδεῖν ἐπεθύμουν· δι' αὐτὴν γὰρ