1

 2

 3

 4

3

τοῖς τοῦ κόσμου τερπνοῖς ἀπετάξαντο, τρυφῆς κατεφρόνησαν, 59.530 δόξης ὑπερεῖδον, ὁδοὺς σκληρὰς ἐφυλάξαντο, παθῶν κατεκράτησαν, ἡδονῶν κατηγωνίσαντο· καὶ ἐπειδὴ ἔλαιον οὐκ εἶχον, εὗρον ἀπαράνοικτα τῆς βασιλείας τὰ κλεῖθρα. Ἐλθοῦσαι γὰρ ἔκρουον, Λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν· ἔνδοθεν τοῦ Κριτοῦ φοβερῶς κεκραγότος· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Ὢ τῆς ἐσχάτης ἀποφάσεως· κἂν οὔτε δι' ἀγγέλου, ἀλλὰ δι' ἑαυτοῦ τὴν ὀδυνηρὰν ἀπόκρισιν δέδωκεν· ἵνα τῆς φωνῆς ἀκούσασαι, καὶ τὸ πρόσωπον ἰδεῖν μὴ δυνάμεναι, μείζονα τὴν βάσανον ὑπομείνωσιν. Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Οὐκ οἶδας ἡμᾶς, ∆έσποτα; ἐκ μήτρας ἐπὶ σὲ ἐπεῤῥίφημεν, ἠκολουθήσαμεν ὀπίσω σου ἐκ νεότητος ἡμῶν, τὴν ἁγνείαν διεφυλάξαμεν, ὅπερ ἔπλασας ἡμῖν σῶμα, ἄφθαρτον διετηρήσαμεν, οὐ προυδώκαμεν τὰ μέλη τοῖς πάθεσι, στεφάνους παρὰ τῆς σῆς δεξιᾶς προσεδοκήσαμεν δέξασθαι· καὶ νῦν τὰς θύρας ἐπέκλεισας καὶ λέγεις, «Οὐκ οἶδα ὑμᾶς;» Ναὶ, ὄντως οὐκ οἶδα ὑμᾶς. ∆ιὰ τί, ὦ ∆έσποτα; Ὁ ∆εσπότης· ∆ιὰ τί; Ἐπειδὴ ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνὸς, καὶ οὐ περιεβάλλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἤλθετε πρός με. Ἐγγράφως διεστειλάμην ὑμῖν, λέγων· Ἐφ' ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων καὶ μικρῶν, οὐδὲ ἐμοὶ ἐποιήσατε. Αἱ δὲ εἶπον· Μάτην οὖν, ∆έσποτα, τὸν πόνον καὶ τὴν ταλαιπωρίαν τῆς σαρκὸς ὑπεμείναμεν; μάτην ἀγρυπνίαις καὶ νηστείαις ἑαυτὰς κατετήξαμεν; μάτην τὸν οὐράνιον νυμφίον μέχρι τέλους ποθήσασαι, τὴν παρθενίαν ἄτρωτον διεφυλάξαμεν; Ναὶ, φησὶ, παρθένοι μέν ἐστε, ἀλλὰ προῖκας οὐκ ἔχετε· παρθένοι μὲν, ἀλλὰ νυμφικὸν οὐ περίκεισθε κόσμον· τὴν τῆς σαρκὸς ἠσκήσατε ἁγνείαν, ἀλλὰ ἀπανθρωπίᾳ τὴν ἁγνείαν ἐτρώσατε· ἀμόλυντον ὑμῶν τὸ σῶμα, ἀλλ' ὁ τρόπος ἀνελεὴς, οὐ φύσεως, ἀλλ' ἀπανθρωπίας.

Ὁ ἐμός ἐστι νυμφὼν κτησαμένων τῆς εὐποιίας τὸ ἔλαιον. ∆εῖ τοίνυν τὰς ἐμοὶ νυμφευομένας κατάλληλον τῷ κόσμῳ περικεῖσθαι καὶ τρόπον. Οὐ δύναμαι τοῖς ἐμοῖς θαλάμοις μαχομένην νύμφην λαβεῖν· οὐκ εἰσάγω πόλεμον εἰς παστάδας εἰρηνικάς. Λοιπὸν ἀπέλθετε ἀπ' ἐμοῦ, μή μου μάτην ταῖς θύραις ἐνοχλεῖτε· τῶν ἐλεημόνων ἐστὶν οἰκητήριον ἡ ἐμὴ βασιλεία. Ἐκεῖνος ἐμοὶ εὐκόλως συνεισέρχεται, ὁ τὴν ἐμὴν μιμησάμενος περὶ τοὺς πτωχοὺς εὐσπλαγχνίαν, ὁ πτωχεύσας τῷ πνεύματι, ὁ τοῖς δεομένοις τὴν ἀκοὴν ὑποκλίνας, ὁ τὰ τοῦ πλησίον οἰκειωσάμενος πάθη, ὁ δακρύσας ἐπὶ συμφοραῖς ἀλλοτρίαις, ὁ ἐμπλήσας ἀγαθῶν τὴν ψυχὴν τοῦ πεινῶντος, ὁ τῶν γυμνῶν διαθερμάνας τοὺς ὤμους, ὁ μὴ παρακούσας τῆς φωνῆς τοῦ νοσοῦντος, ὁ δανείσας ὀλιγοψύχῳ παρακλήσεως λόγον, ὁ τὸν ξένον ὑπὸ τὴν στέγην δεξάμενος, ὁ τῷ σπόγγῳ τῆς συμπαθείας τῶν χηρῶν ἀποσμήξας τὸ δάκρυον, ὁ ἐλαφρύνας τῇ προστασίᾳ τῆς ὀρφανίας τὸ βάρος. Ταῦτα εἰδότες, ἀδελφοὶ, μὴ τῇ γλώσσῃ θαυμάζετε, ἀλλὰ τοῖς ἔργοις μιμήσασθε. Σφραγὶς γὰρ γλώσσης ἡ χεὶρ, καὶ ταύτην ἑρμηνεύει τῆς δεξιᾶς ἡ ἐπίδοσις, ζηλοῦσα τὰ ῥήματα. Τὴν φιλοπτωχίαν περὶ πολλοῦ ποιησώμεθα, σκορπίζειν τοῖς πένησι τοὺς ὀβολοὺς μὴ φεισώμεθα, παρακαλῶ· τῶν δεσποτικῶν φωνῶν ἐπακούσωμεν· τοῦ φόβου μαθόντες τὴν πεῖραν ἐκκλίνωμεν· ἑαυτῶν διὰ τῶν πενήτων φροντίσωμεν.

Αἱ γὰρ παρθένοι φιλανθρωπίαν μὴ τιμήσασαι, τοῦ νυμφῶνος ἐκβάλλονται. Ποία λοιπὸν τοῖς ἁμαρτωλοῖς ἐλπὶς περιλείπεται ἀπανθρωπίᾳ ὑβρίσασι; Ταῦτα πρὸς τὸ πλῆθος λέγων, τῶν ῥᾳθυμοτέρων τὸ συνειδὸς ἀσφαλίζομαι, βλάπτων οὐδὲν τοὺς εὐγνώμονας, ἀλλὰ καὶ θερμοτέρους πρὸς τὴν εὐσέβειαν ἐργαζόμενος. Οὐκοῦν σκόρπισον, ἀδελφὲ, ἕως ἔτι συνέστηκεν ἡ τοῦ βίου πανήγυρις. Τὰ τῆς ἀπολογίας πραγμάτευσαι· πρὸ τοῦ τεθῶσιν οἱ θρόνοι, θρῆνον ἐπίδειξαι· φθάσον τοῦ νυμφίου τὴν παρουσίαν· δράμε τῆς ἁμαρτίας ὀξύτερον· πρόλαβε τὴν ἐμπρόθεσμον διάγνωσιν· 59.531 θεράπευσον τὸν κριτήν· μὴ καταδέξῃ τῷ βήματι παραστῆναι γυμνός. Νῦν