1

 2

 3

 4

3

δὲ λέαινα τὸν ἴδιον ἄῤῥενα πρὸς σφαγὴν παραδίδωσιν; Ὁρᾷς ὅτι ἐπιτετευγμένως εἶπεν ἡ Σοφία, ὅτι Οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι κακία ὑπὲρ κακίαν γυναικός; Καὶ ἁπαξαπλῶς, ὁ ἔχων γυναῖκα πονηρὰν, γινωσκέτω ἤδη τοὺς τῶν ἀνομιῶν αὐτοῦ κεκομίσθαι μισθούς. Οὐκ ἀμάρτυρος ὁ λόγος· ἄκουε τῆς Σοφίας λεγούσης· Γυνὴ πονηρὰ ἀνδρὶ ἀνόμῳ δοθήσεται ἀντὶ ἔργων πονηρῶν. Ἀλλὰ περὶ πονηρᾶς γυναικὸς ὁ λόγος ἄχρι τούτου ἐχέτω ὅρον. βʹ. ∆εῖ δὲ ἡμᾶς μνημονεῦσαι καὶ τὰς ἀγαθὰς μάλιστα διὰ τὰς παρούσας. Αἱ γὰρ ἀγαθαὶ τὰς τῶν ἀγαθῶν ἀρετὰς ὡς ἰδίας ὁρῶσι, καὶ τοὺς ἐκείνων πόνους ὡς ἰδίους στεφάνους εἶναι λογίζονται. Γυνὴ ἀγαθὴ καὶ φιλόξενος ἦν ἡ μακαρία Σουναμῖτις, ἥτις τὸν ἄνδρα παρακαλέσασα, δωμάτιον ᾠκοδόμησε τῷ Ἑλισσαίῳ, ἵνα διερχόμενος ἀκωλύτως ἔχῃ τὴν ἀνάπαυσιν, τεθεικυῖα αὐτῷ κλίνην καὶ λυχνίαν καὶ τράπεζαν· κλίνην οὐ κενὴν ἱματίων, ἀλλ' ἔχουσαν πρέποντα τῷ προφήτῃ τὰ στρώματα· λυχνίαν οὐκ ἄνευ λύχνου, ἀλλὰ σὺν τῷ ἄρδοντι ἐλαίῳ τὸ φῶς· τράπεζαν οὐκ ἔρημον ἄρτων, ἀλλ' ἔγκαρπον ἐδεσμάτων.

Τί δ' ἄν τις εἴπῃ περὶ τῆς μακαρίας ἐκείνης χήρας τῆς τὸν προφήτην Ἠλίαν ὑποδεξαμένης; ᾗ οὐδὲν ἐνεπόδιζεν ἡ πενία τῶν χρημάτων, διὰ τὸ πλούσιον τῆς προαιρέσεως; ᾗ οὐ παρῆν οὐ σῖτος, οὐκ οἶνος, οὐ προσέψημα, οὐκ ἄλλο τι τῶν γεηρῶν πρὸς τὴν τῆς πενίας παραμυθίαν. Οὐ χώρα αὐτῇ σιτοφόρος σπέρμα ἄρτου προσέφερεν· οὐκ ἄμπελος αὐτῇ γλυκόῤῥυτον βότρυν ἐγεώργει· οὐ δένδρον αὐτῇ ὀπώρας καρπὸν ἥδιστον προσέφερε. Πῶς γὰρ, ᾗ οὔτε σπιθαμὴ γῆς ἀροσίμου τόπος ὑπῆρχεν, οὔτε πηχυαῖον ἔδαφος πρὸς ἀμπέλου φυτείαν; ἀλλ' ἀεὶ ἐν τῷ καιρῷ τοῦ θέρους ἐν ταῖς ἀρούραις κυρτοβατοῦσα, τοὺς ἀποπίπτοντας τῶν δρεπανιστῶν παλάμαις ἀστάχυας ἐρανιζομένη, συμμεμετρημένην τῷ ἐνιαυσιαίῳ κύκλῳ τοῦ χρόνου τὴν τροφὴν ἀπετίθετο. Πρὸς ταύτην ἀπῆλθεν Ἠλίας ἐν τῷ καιρῷ τοῦ λιμοῦ, ὅτε πᾶσα ἡ γῆ ἐκ τῆς ἀβροχίας σχεδὸν διεθρύπτετο· ὅτε οὐρανὸς ἐπεπύρωτο, καὶ ὁ ἀὴρ ἐχαλκοῦτο, καὶ αἱ νεφέλαι ἐχαλινοῦντο· ὅτε οὐ βοτάνη, οὐκ ἄνθος, οὐκ ἀκροδρύων βλαστὸς, οὐκ αὔρα ἔνδροσος, οὐ στάχυος ἀκμὴ ἐσαλεύετο· ὅτε ποταμοὶ ἐλεπτύνθησαν, καὶ πηγαὶ τοὺς μαζοὺς τῶν ὑδάτων τῷ καύσωνι ἔσφιγξαν, καὶ θάλασσα ἐξηλμίσθη, μὴ ἐπεισερχομένων αὐτῇ γλυκέων ὑδάτων καὶ ὄμβρων ἀνασταλέντων. Τότε ἀπῆλθεν Ἠλίας πρὸς τὴν πενιχρὰν καὶ τὴν χήραν. Οἷα δὲ πάσχει χήρα καὶ ἐν καιρῷ εὐθηνίας, οἴδατε. Καὶ ἀφῆκε τοὺς πλουσίους ὁ προφήτης, τοὺς ἔχοντας δαψιλῶς ἄρτους, καὶ καταβὰς ἀπὸ τοῦ ὄρους, ἦλθε πρὸς αὐτήν. ∆ιὰ τί γὰρ μᾶλλον ὁ πῦρ οὐρανόθεν ῥήμασι κατενέγκας, ἄρτους ἑαυτῷ οὐ κατήνεγκε; μὴ οὐκ ἠδύνατο; Ναὶ, ἠδύνατο· ἀλλὰ τοῦτο οὐκ ἐποίησε. ∆ιὰ τί; Ἵνα μὴ τῆς φιλοξενίας τοὺς καρποὺς στερήσῃ τὴν χήραν· ἄλλως δὲ καὶ τὴν δράκα τοῦ ἀλεύρου καὶ τὸ ὀλιγοστὸν ἔλαιον διὰ τῆς εὐλογίας πληθύνει.

Οὐ γὰρ τοσοῦτον ἀπῆλθεν ὁ προφήτης τραφῆναι, ὅσον θρέψαι τὴν πενιχρὰν, καὶ ἐλέγξαι κρυπτομένην καρδίαν καὶ εὐπροαίρετον. Τοῦτο ποιεῖ ὁ Θεὸς δυνάμενος πάντας τοὺς ἁγίους, τοὺς ὄντας ἐν κόσμῳ, δι' ἑαυτοῦ θρέψαι· ἐπέχει τὴν δόσιν, ἵνα τὰς εὐπροαιρέτους καρδίας ἐν τῷ τῆς φι 59.489 λοξενίας καιρῷ ἀπὸ τῶν καρπῶν διακρίνῃ. Ἐπειδὰν δὲ μὴ ὦσί τινες οἱ ὀφείλοντες αὐτοὺς ὑποδέξασθαι, ἢ δι' ὀρνέων τρέφει, ὡς τὸν Ἠλίαν ἐν τῷ ὄρει, ἢ διὰ προφήτου ξένου, ὡς τὸν ∆ανιὴλ ἐν τῷ λάκκῳ, ἢ διὰ θαλαττίου ζώου, ὡς τὸν Ἰωνᾶν διὰ τοῦ κήτους, ἢ αὐτὸς δι' ἑαυτοῦ τὴν τροφὴν ἐπώμβρισεν, ὡς τοῖς πατράσιν ἡμῶν ἐν ἐρήμῳ· οὐκ ὄντων γὰρ τῶν ὀφειλόντων αὐτοὺς ὑποδέξασθαι, οὐρανόθεν τὸ μάννα ἐπώμβρισε, καὶ ἐκ πέτρας ὕδωρ ἐπήγαζεν· ὅταν δὲ ὦσιν οἱ ἅγιοι ἐν κόσμῳ συναναστρεφόμενοι τοῖς ἄλλοις, ἀναστέλλει αὐτοῦ τὴν δεξιὰν χεῖρα· κἂν ὁρᾷ αὐτοὺς θλιβομένους, ἀφίησιν, ἵνα δῷ χάριν διὰ τῆς εἰς αὐτοὺς γινομένης εὐποιίας πολλῆς τοῖς βουλομένοις τὴν σωτηρίαν καρπώσασθαι. Ἀπῆλθεν οὖν Ἠλίας πρὸς τὴν χήραν, ᾗ οὐδὲν παρῆν, εἰ μὴ δρὰξ ἀλεύρου, ὅπερ μετὰ καμάτου αὐτῇ καὶ τοῖς τέκνοις αὐτῆς ἐν τῷ καιρῷ ἀρίστου