1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

ἀπολαύσεται, τῆς κατὰ τὴν διδασκαλίαν σαφηνείας πλείονα τὴν περὶ αὐτὴν διάθεσιν ἐργαζομένης ὑμῖν. Ἔχω τοίνυν τρεῖς ἀποδείξεις εἰπεῖν, δι' ὧν εἰσόμεθα πάντως, ὅτι οὗτός ἐστιν ὁ καιρὸς, καθ' ὃν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Θεὸς Λόγος ἐτέχθη. Καὶ τῶν τριῶν τούτων μία μὲν ἔστιν ἀπόδειξις, τὸ ταχέως οὕτω πανταχοῦ περιαγγελθῆναι, καὶ πρὸς ὕψος ἐπιδοῦναι τοσοῦτον, καὶ ἀνθῆσαι τὴν ἑορτήν· καὶ ὅπερ ὁ Γαμαλιὴλ ἔλεγε περὶ τοῦ κηρύγματος, ὅτι Εἰ ἔστιν ἐξ ἀνθρώπων, καταλυθήσεται, εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δύνασθε καταλῦσαι αὐτὸ, μήποτε καὶ θεομάχοι εὑρεθῆτε· τοῦτο κἀγὼ περὶ τῆς ἡμέρας ταύτης εἴποιμι ἂν θαῤῥῶν, ὅτι, ἐπειδὴ ἐκ Θεοῦ Θεὸς Λόγος ἐστὶ, διὰ τοῦτο οὐ μόνον οὐ κατελύθη, ἀλλὰ καὶ καθ' ἕκαστον ἔτος ἐπιδίδωσι, καὶ λαμπροτέρα γίνεται· ἐπεὶ καὶ τὸ κήρυγμα ἐν ὀλίγοις ἔτεσι τὴν πᾶσαν κατέλαβεν οἰκουμένην, καίτοι σκηνοποιῶν, ἁλιέων, ἀγραμμάτων, ἰδιωτῶν πανταχοῦ διακομιζόντων αὐτό· ἀλλ' οὐδὲν ἔβλαπτεν ἡ τῶν διακονούντων εὐτέλεια, τῆς τοῦ κηρυττομένου δυνάμεως πάντα προκαταλαμβανούσης, καὶ τὰ κωλύματα ἀναιρούσης, καὶ τὴν οἰκείαν ἐπιδεικνυμένης ἰσχύν.

βʹ. Εἰ δέ τις τῶν φιλονείκων οὐκ ἀνέχοιτο τῶν εἰρημένων, ἔστι καὶ δευτέραν

εἰπεῖν. Ποίαν δὴ ταύτην; Τὴν ἀπὸ τῆς ἀπογραφῆς τῆς ἐν τοῖς Εὐαγγελίοις κειμένης. Ἐγένετο γὰρ, φησὶν ὁ εὐαγγελιστὴς, ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν ∆αυῒδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς ∆αυῒδ, ἀπογράφεσθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ οὔσῃ ἐγ 49.353 κύῳ. Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν· καὶ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Ὅθεν δῆλον, ὅτι κατὰ τὴν πρώτην ἀπογραφὴν ἐτέχθη. Καὶ τοῖς ἀρχαίοις τοῖς δημοσίᾳ κειμένοις κώδιξιν ἐπὶ τῆς Ῥώμης ἔξεστιν ἐντυχόντα καὶ τὸν καιρὸν τῆς ἀπογραφῆς μαθόντα, ἀκριβῶς εἰδέναι τὸν βουλόμενον. Τί οὖν πρὸς ἡμᾶς, φησὶ, τοῦτο τοὺς οὐκ ὄντας ἐκεῖ οὔτε παραγενομένους; Ἀλλ' ἄκουε, καὶ μὴ ἀπίστει, ὅτι παρὰ τῶν ἀκριβῶς ταῦτα εἰδότων, καὶ τὴν πόλιν ἐκείνην οἰκούντων παρειλήφαμεν τὴν ἡμέραν.

Οἱ γὰρ ἐκεῖ διατρίβοντες, ἄνωθεν καὶ ἐκ παλαιᾶς παραδόσεως αὐτὴν ἐπιτελοῦντες, αὐτοὶ νῦν αὐτῆς ἡμῖν τὴν γνῶσιν διεπέμψαντο. Οὐδὲ γὰρ ὁ εὐαγγελιστὴς ἁπλῶς τὸν καιρὸν ἐπεσημήνατο τοῦτον, ἀλλ' ὥστε καὶ τὴν ἡμέραν ἡμῖν δήλην ποιῆσαι καὶ γνώριμον, καὶ τοῦ Θεοῦ τὴν οἰκονομίαν ἐνδείξασθαι. Οὐ γὰρ οἴκοθεν, οὐδὲ παρ' ἑαυτοῦ τότε ὁ Αὔγουστος τὸ δόγμα τοῦτο ἐξέπεμψεν, ἀλλὰ τοῦ Θεοῦ κινοῦντος αὐτοῦ τὴν ψυχὴν, ἵνα καὶ ἄκων ὑπηρετήσηται τῇ τοῦ Μονογενοῦς παρουσίᾳ. Καὶ τί τοῦτο συντελεῖ πρὸς τὴν οἰκονομίαν ταύτην, φησίν; Οὐ μικρὸν, οὐδὲ τὸ τυχὸν, ἀγαπητὲ, ἀλλὰ καὶ σφόδρα μέγα, καὶ τῶν ἀναγκαίων καὶ σπουδαζομένων ἕν. Ποῖον δὴ τοῦτο; Ἡ Γαλιλαία χώρα τίς ἐστιν ἐν Παλαιστίνῃ, ἡ δὲ Ναζαρὲθ πόλις τῆς Γαλιλαίας. Πάλιν ἡ Ἰουδαία χώρα τίς ἐστι, παρὰ τῶν ἐγχωρίων οὕτω καλουμένη, ἡ δὲ Βηθλεὲμ πόλις τῆς Ἰουδαίας. Τὸν δὲ Χριστὸν οἱ προφῆται προὔλεγον ἅπαντες, οὐκ ἀπὸ τῆς Ναζαρὲθ, ἀλλ' ἀπὸ τῆς Βηθλεὲμ ἥξειν, καὶ ἐκεῖ τεχθήσεσθαι. Οὕτω γὰρ γέγραπται· Καὶ σὺ Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καὶ οἱ Ἰουδαῖοι οἱ τότε παρὰ τοῦ Ἡρώδου ἐρωτώμενοι, ποῦ ὁ Χριστὸς γεννᾶται, ταύτην εἶπον αὐτῷ τὴν μαρτυρίαν.