1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

εʹ. Εἰ τοίνυν ἐν τῷ καιρῷ τῆς Σκηνοπηγίας εἰσέρχεται εἰς τὰ Ἅγια τῶν ἁγίων ὁ ἀρχιερεὺς μόνος, φέρε λοιπὸν ἀποδείξωμεν, ὅτι τότε ὤφθη ὁ ἄγγελος τῷ Ζαχαρίᾳ, ἡνίκα εἰς τὰ Ἅγια τῶν ἁγίων ἦν· μόνῳ γὰρ αὐτῷ ὤφθη θυμιῶντι· μόνος δὲ ὁ ἀρχιερεὺς οὐδέποτε εἰσέρχεται, ἀλλ' ἢ τότε μόνον. Οὐδὲν δὲ κωλύει καὶ αὐτῶν ἀκοῦσαι τῶν ῥημάτων· Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας, ἱερεύς τις ὀνόματι Ζαχαρίας, καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρὼν, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. Ἐγένετο δὲ, ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἐναντίον τοῦ Θεοῦ, κατὰ τὸ ἔθος τῆς ἱερατείας, ἔλαχε τοῦ θυμιᾶσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου. Καὶ πᾶν τὸ πλῆθος τοῦ λαοῦ ἦν προσευχόμενον ἔξω, τῇ ὥρᾳ τοῦ θυμιάματος. Ἀναμνήσθητί μοι, ἀγαπητὲ, τῆς μαρτυρίας ἐκείνης, τῆς λεγούσης· Καὶ πᾶς ἄνθρωπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εἰσπορευομένου αὐτοῦ ἐξιλάσασθαι εἰς τὰ Ἅγια τῶν ἁγίων, ἕως ἂν ἐξέλθῃ. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου, ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Οὐκ εἶπε, τοῦ θυσιαστηρίου τῶν θυσιῶν, ἀλλὰ, τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Τὸ γὰρ θυσιαστήριον τὸ ἔξω θυσιῶν ἦν καὶ ὁλοκαυτωμάτων, τὸ δὲ ἔσω θυμιάματος. Ὥστε καὶ ἀπὸ τούτου, καὶ ἀπὸ τοῦ ὀφθῆναι αὐτῷ μόνῳ, καὶ ἀπὸ τοῦ λέγεσθαι, ὅτι ἔξω ἦν ὁ λαὸς προσδεχόμενος αὐτὸν, εὔδηλον ὅτι εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῆλθε. Καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν· Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτόν. Ἐξελθὼν δὲ διένευεν αὐτοῖς, καὶ οὐκ ἠδύνατο λαλῆσαι. Ὁρᾷς ὅτι ἐσωτέρω τοῦ καταπετάσματος ἦν; Τότε τοίνυν εὐηγγελίσθη. Ὁ δὲ καιρὸς τοῦ εὐαγγελισμοῦ ὁ τῆς Σκη 49.358 νοπηγίας ἦν καὶ τῆς νηστείας· τοῦτο γάρ ἐστι τὸ, Ταπεινώσετε τὰς ψυχὰς ὑμῶν. Τελεῖται δὲ ἡ ἑορτὴ αὕτη τοῖς Ἰουδαίοις περὶ τὰ ἔσχατα τοῦ Γορπιαίου μηνὸς, καθὼς καὶ ὑμεῖς μαρτυρεῖτε· τότε γὰρ τοὺς πολλοὺς καὶ μακροὺς πρὸς Ἰουδαίους ἀνηλώσαμεν λόγους, τῆς ἀκαίρου αὐτῶν νηστείας κατηγοροῦντες. Τότε τοίνυν καὶ ἡ Ἐλισάβετ συνέλαβεν, ἡ γυνὴ Ζαχαρίου· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα, ὅτι Οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις. Εὔκαιρον οὖν δεῖξαι λοιπὸν, ὅτι τὸν ἕκτον μῆνα ταύτης ἐχούσης ἐν τῇ κυήσει τοῦ Ἰωάννου, ἡ Μαρία λαμβάνει τῆς συλλήψεως τὰ εὐαγγέλια. Ἐπειδὴ γὰρ ἦλθε πρὸς αὐτὴν Γαβριὴλ, καὶ ἔλεγε· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ.

Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· θορυβουμένης δὲ ἐκείνης, καὶ τὸν τρόπον ἐπιζητούσης μαθεῖν, ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ. Καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρα· ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. Εἰ τοίνυν μετὰ τὸν Γορπιαῖον μῆνα ἀρχὴν ἔλαβε συλλαμβάνειν ἡ Ἐλισάβετ, καθὼς ἀποδέδεικται, ἀριθμῆσαι ἐξ ἐκείνου δεῖ τοὺς μεταξὺ μῆνας ἕξ. Εἰσὶ τοίνυν οὗτοι οἱ μῆνες, Ὑπερβερεταῖος, ∆ῖος, Ἀπελλαῖος, Αὐδοναῖος, Περίτιος, ∆ύστρος. Μετὰ τοῦτον οὖν τὸν ἕκτον μῆνα ἀρχὴν ἡ Μαρία τῆς συλλήψεως ἔλαβεν· ὅθεν καὶ ἐννέα μῆνας ἀριθμοῦντες, εἰς τὸν παρόντα τοῦτον ἀπαντησόμεθα μῆνα. Ἔστιν οὖν ὁ πρῶτος μὴν τῆς συλλήψεως τοῦ ∆εσπότου Ἀπρίλλιος, ὅς ἐστι Ξανθικός· μεθ' ὃν Ἀρτεμίσιος, ∆έσιος, Πάνεμος, Λώϊος, Γορπιαῖος, Ὑπερβερεταῖος, ∆ῖος, Ἀπελλαῖος, καὶ οὗτος ὁ μὴν ὁ ἐνεστὼς, καθ' ὃν τὴν ἡμέραν ἐπιτελοῦμεν. Ἵνα δὲ καὶ σαφέστερον ὑμῖν πάλιν γένηται τὸ λεγόμενον, ἐν συντόμῳ τὰ αὐτὰ πάλιν ἀναλαβὼν, ἐρῶ πρὸς τὴν ὑμετέραν ἀγάπην· Ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσήρχετο μόνος ὁ ἀρχιερεὺς εἰς τὰ Ἅγια τῶν