1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

ἁγίων. Πότε δὲ τοῦτο ἐγίνετο; Ἐν τῷ μηνὶ τῷ Γορπιαίῳ. Τότε οὖν εἰσῆλθεν ὁ Ζαχαρίας εἰς τὰ Ἅγια τῶν ἁγίων· τότε καὶ εὐηγγελίσθη περὶ τοῦ Ἰωάννου. Ἀνεχώρησεν οὖν ἐκεῖθεν, καὶ ἤρξατο συλλαμβάνειν ἡ γυνὴ αὐτοῦ. Μετὰ δὲ τὸν Γορπιαῖον, ἕκτον μῆνα ἐχούσης τῆς Ἐλισάβετ, ὅσπερ ἐστὶν ὁ ∆ύστρος, ἤρξατο συλλαμβάνειν λοιπὸν ἡ Μαρία. Ἀπὸ Ξανθικοῦ τοίνυν ἐννέα ἀριθμοῦντες μῆνας, εἰς τὸν παρόντα ἥξομεν μῆνα, καθ' ὃν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐτέχθη. ʹ. Ἀλλὰ τὰ μὲν περὶ τῆς ἡμέρας πάντα ὑμῖν δῆλα ἐποιήσαμεν· ἓν δὲ λοιπὸν εἰπὼν, καταπαύσω τὸν λόγον, τῷ κοινῷ διδασκάλῳ τῶν μειζόνων παραχωρήσας. Ἐπειδὴ γὰρ πολλοὶ τῶν Ἑλλήνων ἀκούοντες, ὅτι Θεὸς ἐτέχθη ἐν σαρκὶ, καταγελῶσι διασύροντες, καὶ 49.359 πολλοὺς τῶν ἀφελεστέρων θορυβοῦσι καὶ ταράττουσιν· ἀναγκαῖον καὶ πρὸς ἐκείνους, καὶ πρὸς τοὺς ταραττομένους εἰπεῖν, ὥστε μὴ θορυβεῖσθαί ποτε, ὑπὸ ἀφρόνων ἀνθρώπων ἀναπειθομένους, μήτε ταράττεσθαι ἐκ τοῦ τῶν ἀπίστων γέλωτος. Καὶ γὰρ τὰ παιδία τὰ μικρὰ πολλάκις γελᾷ, σπουδαιολογουμένων ἡμῶν καὶ περὶ τῶν ἀναγκαίων ἀσχολουμένων· ἀλλ' οὐ τῆς τῶν γελωμένων πραγμάτων εὐτελείας, ἀλλὰ τῆς τῶν γελώντων ἀνοίας τεκμήριον ὁ γέλως ἐστίν. Ὅπερ οὖν καὶ ἐπὶ τῶν Ἑλλήνων ἔστιν εἰπεῖν, ὅτι παίδων ἀνοητότερον σχεδὸν διακείμενοι, τὰ φρίκης ἄξια καὶ πολλοῦ θαύματος γέμοντα διασύρουσι, τὰ δὲ ἀληθῶς καταγέλαστα σεμνύνουσι καὶ περιστέλλουσιν. Ἀλλ' ὅμως καὶ τὰ ἡμέτερα παρ' ἐκείνοις γελώμενα ἐπὶ τῆς οἰκείας σεμνότητος μένει, οὐδὲν ἀπὸ τοῦ γέλωτος ἐκείνων εἰς τὴν ἑαυτῶν παραβλαπτόμενα δόξαν· καὶ τὰ αὐτῶν πανταχόθεν περιστελλόμενα τὴν οἰκείαν ἀσχημοσύνην ἐνδείκνυται. Π

ῶς γὰρ οὐκ ἐσχάτης παραπληξίας, αὐτοὺς μὲν εὐολίσθους ὑπάρχοντας εἰς λίθους καὶ ξύλα καὶ εὐτελῆ ξόανα τοὺς ἑαυτῶν εἰσάγοντας θεοὺς, καὶ καθάπερ ἐν δεσμωτηρίῳ τινὶ ἀποκλείοντας, μηδὲν αἰσχρὸν ἡγεῖσθαι μήτε ποιεῖν, μήτε λέγειν· ἡμῖν δὲ ἐγκαλεῖν λέγουσιν, ὅτι ναὸν ἑαυτῷ κατασκευάσας ὁ Θεὸς ζῶντα ἐκ Πνεύματος ἁγίου, δι' αὐτοῦ τὴν οἰκουμένην ὠφέλησε; Καὶ ποῖον ἔγκλημα τοῦτο; Εἰ γὰρ αἰσχρὸν, ἐν ἀνθρωπίνῳ σώματι Θεὸν οἰκῆσαι, πολλῷ μᾶλλον ἐν λίθῳ καὶ ξύλῳ, καὶ τοσοῦτον, ὅσον λίθος καὶ ξύλον ἀτιμότερον ἀνθρώπου, εἰ μὴ ἄρα καὶ τῶν ἀναισθήτων τούτων ὑλῶν εὐτελέστερον τὸ γένος ἡμῶν αὐτοῖς εἶναι δοκεῖ. Αὐτοὶ γὰρ καὶ εἰς αἰλούρους καὶ κύνας, πολλοὶ δὲ τῶν αἱρετικῶν καὶ εἰς ἔτι τούτων ἀτιμότερα τοῦ Θεοῦ κατάγειν τολμῶσι τὴν οὐσίαν. Ἡμεῖς δὲ τούτων μὲν οὐδὲν οὔτε λέγομεν, οὔτε ἀκοῦσαί ποτε ἂν ἀνασχοίμεθα· ἐκεῖνο δέ φαμεν, ὅτι καθαρὰν σάρκα καὶ ἁγίαν καὶ ἄμωμον καὶ ἁμαρτίᾳ ἁπάσῃ γεγενημένην ἄβατον ἐκ παρθενικῆς μήτρας ἀνέλαβεν ὁ Χριστὸς, καὶ τὸ οἰκεῖον διωρθώσατο πλάσμα. Κἀκεῖνοι μὲν, καὶ οἱ τὰ αὐτὰ ἀσεβοῦντες αὐτοῖς Μανιχαῖοι, εἰς κύνας καὶ πιθήκους καὶ θηρία παντοδαπὰ τὴν οὐσίαν εἰσάγοντες τοῦ Θεοῦ (τὴν γὰρ ψυχὴν τούτοις ἅπασιν ἐκ τῆς οὐσίας ἐκείνης εἶναί φασιν), οὐ φρίττουσιν οὐδὲ καταδύονται, ἡμᾶς δὲ ἀνάξια τοῦ Θεοῦ λέγειν φασὶν, ὅτι τούτων μὲν οὐδὲν οὔτε εἰς νοῦν λαβεῖν ἀνεχόμεθα· ὃ δὲ αὐτῷ πρέπον ἦν καὶ προσῆκον, λέγομεν, ὅτι τὸ οἰκεῖον ἔργον ἐλθὼν διωρθώσατο τῷ τῆς γεννήσεως ταύτης τρόπῳ. Τί λέγεις, εἰπέ μοι, ὦ ἄνθρωπε; Τὴν τῶν ἀνδροφόνων ψυχὴν καὶ τὴν τῶν γοήτων τῆς οὐσίας εἶναι λέγων τοῦ Θεοῦ, ἡμῖν τολμᾷς ἐγκαλεῖν, ὅτι τούτων μὲν οὐδὲν ἀνεχόμεθα, οὔτε ὑπομένομεν ἀκοῦσαι λεγόμενον, ἀλλὰ καὶ τοὺς λέγοντας ἀσεβείας κρίνομεν μετόχους· ἐκεῖνο δέ φαμεν, ὅτι ναὸν ἅγιον ἑαυτῷ κατασκευάσας ὁ Θεὸς, δι' ἐκείνου τὴν τῶν οὐρανῶν πολιτείαν εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον. Καὶ πῶς οὐκ ἂν εἴητε μυρίων θανάτων ἄξιοι, καὶ ὑπὲρ τῶν ἐγκλημάτων, ὧν ἡμῖν ἐγκαλεῖτε, καὶ ὑπὲρ τῶν ἀσεβημάτων, ὧν ἀσεβοῦντες οὐ παύεσθε; Εἰ 49.360 γὰρ ἀπρεπὲς Θεῷ, σῶμα οἰκῆσαι καθαρὸν καὶ ἄμωμον, ὡς ὑμεῖς λέγετε· πολὺ μᾶλλον ἀπρεπέστερον, τὸ τοῦ γόητος, τὸ τοῦ τυμβωρύχου, τὸ τοῦ λῃστοῦ, τὸ τοῦ πιθήκου, τὸ τοῦ κυνὸς, οὐκ αὐτὸ τὸ ἅγιον καὶ ἄμωμον καὶ ἐν δεξιᾷ