1

 2

 3

1

In drachmam et in illud: Homo quidam habebat duos filios

Εἰς τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον, εἰς τὴν δραχμὴν, καὶ εἰς τὸ, "Ἄνθρωπός τις εἶχε δύο υἱούς."

61.781

Πάλιν οἱ κόλποι Χριστοῦ ἄπαυστον νᾶμα τῆς ἀγάπης μέλιμα βλαστάνουσι· πάλιν ἡ τοῦ Χριστοῦ λαμπαδοῦχος σοφία ἅψασα λύχνον, καὶ ἐπὶ τὴν λυχνίαν τοῦ σταυροῦ ἐπιθεῖσα, πᾶσαν τὴν οἰκουμένην δᾳδουχεῖ πρὸς εὐσέβειαν. Τούτῳ τῷ λύχνῳ χρησαμένη ἡ τοῦ Θεοῦ σοφία, τὴν μίαν τῶν δραχμῶν ἀπολωλυῖαν ζητήσασα, καὶ εὑραμένη, ταῖς ἐννέα δραχμαῖς τῶν ἀγγέλων συνέζευξε. Τίς δὲ ἂν εἴη ἡ γυνὴ ἡ ἔχουσα τὰς δέκα δραχμὰς, ἀναγκαῖον, ἀγαπητοὶ, εἰπεῖν. Αὕτη ἐστὶν ἡ τοῦ Θεοῦ σοφία, ἔχουσα τὰς δέκα δραχμάς. Ποίας; Ψήφισον· ἀγγέλους, ἀρχαγγέλους, Ἀρχὰς, Ἐξουσίας, ∆υνάμεις, Θρόνους, Κυριότητας, Χερουβὶμ, Σεραφὶμ, καὶ Ἀδὰμ τὸν πρωτόπλαστον. Ταύτην τὴν δραχμὴν τοῦ Ἀδὰμ ὑπὸ τῆς τοῦ διαβόλου κακίας ἐκβοσκηθεῖσαν, καὶ εἰς τόνδε τὸν βυθὸν τοῦ βίου καθελκυσθεῖσαν, καὶ ταῖς πολυφθόγγοις ἡδοναῖς τῶν ἁμαρτημάτων χωσθεῖσαν, ἐλθοῦσα ἡ τοῦ Θεοῦ σοφία ἀνεύρατο. Πῶς εὕρατο, ἀγαπητοί; Ἦλθεν ἐξ οὐρανῶν, λαμβάνει τὸν ὀστράκινον λύχνον τοῦ σώματος, ἅπτει τῷ φωτὶ τῆς θεότητος, ἐπιτίθησι τῇ λυχνίᾳ τοῦ σταυροῦ, ζητεῖ τὴν δραχμὴν, εἰς τὴν αὐλὴν καὶ τῶν ἀγγέλων νομὴν ἐμάνδρευσεν αὐτήν. Ἀλλ' ἴσως ἐροῦσί τινες τῶν ἐνθάδε ἑστώτων, οἵτινες μετὰ τὸ βάπτισμα ἥμαρτον, λέγοντες· Τί πρὸς ἡμᾶς, εἰ Ἀδὰμ ἐσώθη; πῶς ἡμεῖς ἐλεηθῶμεν; πῶς σωθῶμεν, ὅτι μετὰ τὸ βάπτισμα ἠνομήσαμεν; Πρὸς οὓς λέγομεν· Οἱ τοιοῦτοι, μὴ φοβεῖσθε, μὴ θροεῖσθε, μὴ ταράσσεσθε, μὴ ἀθυμεῖτε· οὐ γὰρ περὶ μὲν τοῦ Ἀδὰμ ἐμέλησε τῷ Θεῷ, ὑμῶν δὲ κατεφρόνησεν· ἀλλ' ἐκείνῳ μὲν εἰ ἐγένετο γυνὴ ἔχουσα δραχμὰς δέκα, σοὶ δὲ γίνεται πατὴρ εὔσπλαγχνος, ἔχων δύο υἱοὺς, καὶ τὸν πεπλανημένον πάλιν ἐναγκαλιζόμενος.

Τοῖς γὰρ πᾶσι τὰ πάντα γέγονεν, ἵνα τοὺς πάντας κερδήσῃ. Ἀρτίως ἠκούσαμεν τοῦ Εὐαγγελίου λέγοντος· Ἄνθρωπός τις εἶχε δύο υἱούς· καὶ προσελθὼν ὁ νεώτερος αὐτῶν τῷ πατρὶ εἶπε· Πάτερ, δός μοι τὴν οὐσίαν. Ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ οὐ μετὰ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν· κἀκεῖ ἀνήλωσε τὸν βίον αὑτοῦ, ζῶν ἀσώτως. ∆απανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην· καὶ προσῆλθεν ἑνὶ τῶν πολιτῶν, καὶ πέμπει αὐτὸν ὁ πολίτης εἰς ἀγροὺς βόσκειν χοίρους. Καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὑτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εἰς ἑαυτὸν δὲ γενόμενος ἔφη· Πόσοι νῦν μίσθιοι παρὰ τῷ πατρί μου ἄρτων περισσεύουσιν, ἐγὼ δὲ ὧδε λιμῷ ἀπόλλυμαι; Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου· καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν, καὶ ἐνώπιόν σου, καὶ οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Τούτου δὲ τὸν νοῦν οὐκ ἔξω δεῖ περιζητεῖν, ἀλλ' ἐν ἡμῖν αὐτοῖς. ∆ιὰ γὰρ ἡμᾶς εἴρηνται αἱ παραβολαὶ, καὶ δι' ἡμᾶς ἀναγινώσκονται, ἵνα μηδεὶς ἑαυτὸν ἀπελπίσῃ, κἂν σφόδρα ἁμαρτωλὸς τυγχάνῃ· ἀλλὰ προσέλθῃ τῷ Θεῷ μετανοῶν καὶ ζητῶν παρ' αὐτοῦ ἱλασμὸν, μάλιστα εἴ τις ὑμῶν διὰ τῆς πίστεως τῆς εἰς τὸν Κύριον γέγονε τοῦ Θεοῦ υἱός. Ὅσον γὰρ ἐδέξαντο αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.

Εἴ τις οὖν ὑμῶν διὰ τῆς εἰς τὸν Κύριον ἡμῶν πίστεως γέγονεν αὐτοῦ υἱὸς, καὶ ἐμακρύνθη ἀπ' αὐτοῦ, οὐ τόπῳ, ἀλλὰ τρόπῳ· εἴ τινος ἥψατο ὁ λιμὸς, οὐ τοῦ κοινοῦ ἄρτου, ἀλλὰ τοῦ ἐπουρανίου (Ἄρτον γὰρ, φησὶν, οὐρανῶν ἔδωκεν αὐτοῖς· ἄρτον