1

 2

 3

3

λατρεύειν οὐδέποτε ἔκαμψε· σὲ οὐκ ἠρνησάμην, Κύριέ μου. Εἰ καὶ ἥμαρτον ἐν τῇ ἀκμῇ τῆς νεότητός μου, ἀλλ' οὖν γε κνίσσαν εἰδώλων κατεπάτησα, εἰκόνας δαιμόνων κατέστρεψα, ξόανα εἰδώλων ἐξῄσχυνα, διάβολον ἐνεφύσησα, δαίμοσιν ἐνέπτυσα. Νυνὶ δὲ τοῖς σοῖς ἴχνεσι προσπίπτω, ὁ Κύριός μου, καὶ ὁ Θεός μου· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Ἐὰν οὕτω μετανοήσῃς, ἐὰν οὕτως ἐξομολογήσῃ· ἔτι πόῤῥω σοῦ ἀπέχοντος προστρέχει ὁ οὐράνιος Πατὴρ, πνεύματι ἐπιπίπτων σου τῷ τραχήλῳ τῆς ψυχῆς, τὸ τῆς χάριτός σοι ζυγὸν ἐπιτιθεὶς, καὶ τῇ ζεύγλῃ τῆς ἀληθείας τὸν αὐχένα τῆς καρδίας σου περισφίγγων· φιλήματι λύει σου τὴν ἔχθραν, καὶ λέγει τοῖς ἑαυτοῦ δούλοις τοῖς ἱερεῦσι· Φέρετε τὴν πρώτην στολήν. Οὐκ εἶπε, Φέρετε μίαν στολὴν, ἀλλὰ, Φέρετε τὴν πρώτην στολὴν, ἵνα δείξῃ τὴν πρώτην τοῦ βαπτίσματος ἀξίαν 61.784 σοι διδομένην. Φέρετε αὐτῷ τὴν πρώτην στολὴν, καὶ ἐνδύσατε αὐτόν· καὶ δότε δακτύλιον, τὸ δεῖγμα τοῦ πλούτου, τὸν τοῦ θησαυροῦ φύλακα, τὸν ἀῤῥαβῶνα τῆς χάριτος, τὴν σφραγῖδα τοῦ Πνεύματος.

Καὶ ὑποδήματα εἰς τοὺς πόδας αὐτοῦ· τουτέστι, Τοῖς τοῦ Εὐαγγελίου λόγοις τὸ ἴχνος τῆς ψυχῆς αὐτοῦ περισφίγξατε· ἵνα μὴ πάλιν ὁ ὄφις τὴν πτέρναν ὑπολείξας, εἰς τὴν προτέραν αὐτὸν πλάνην τῆς ἁμαρτίας κατασύρῃ. Καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν. Τίς ἐστιν οὗτος, ἢ πάντως Χριστὸς, μετὰ τὸ βάπτισμα διδόμενος τοῖς ἀξίοις, καθὼς λέγει ὁ Ἀπόστολος· Ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς; Φέρετε, φαγόντες εὐφρανθῶμεν. Τίς ἄρα ἐν Ἰουδαίοις καὶ Ἕλλησι πιστεύσει, ὅτι μόσχος ἐσφάγη, καὶ κόσμος ἐστάθη; Ὢ μόσχος Παρθένου δαμάλιδος, τέκνον ἱερὸν ἀνηρότου μήτρας! ὢ μόσχος ὁ σφαγεὶς καὶ ζῶν, καὶ πάντοτε ὑφ' ἡμῶν ἑστιώμενος, καὶ ἀδαπάνητος μένων!

∆ιὸ, ἀγαπητοὶ, εἰς τὸν εὐσταθῆ καὶ εὔδιον λιμένα τὴν ἄγκυραν τοῦ λόγου ἡμῶν χαλάσαντες, παραπέμψωμεν ὑμᾶς τῇ τοῦ ἁγίου Πνεύματος ἐμβολῇ, καὶ τῇ εὐρύθμῳ αὐτοῦ γλώσσῃ διατεμόντες πέλαγος τῶν θείων Γραφῶν, εἰς οὐράνιον πόλιν χειραγωγήσει ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ καὶ προσκυνητῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.