1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

2

θελήματος Θεοῦ. Ἰδοὺ πάλιν τὸ, ∆ιὰ, τέθεικε. Καὶ Τιμόθεος ὁ ἀδελφὸς, φησίν. Οὐκοῦν καὶ αὐτὸς ἀπόστολος. Εἰκὸς δὲ καὶ τοῦτον αὐτοῖς γνωρίζεσθαι. Τοῖς ἐν Κολοσσαῖς ἁγίοις. Ἡ πόλις τῆς Φρυγίας ἦν· καὶ δῆλον ἐκ τοῦ τὴν Λαοδίκειαν πλησίον εἶναι· Καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ. Πόθεν, φησὶν, ἅγιος γέγονας, εἰπέ μοι; πόθεν πιστὸς καλῇ; οὐχ ὅτι διὰ τοῦ θανάτου ἡγιάσθης τοῦ Χριστοῦ; οὐχ ὅτι εἰς Χριστὸν πιστεύεις; Πόθεν ἀδελφὸς γέγονας; οὐ γὰρ ἐν ἔργῳ, οὐδὲ ἐν λόγῳ, οὐδὲ ἐν κατορθώματι πιστὸς ἐφάνης. Πόθεν τοσαῦτα ἐπιστεύθης, εἰπέ μοι, μυστήρια; οὐ διὰ Χριστόν; Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν. Πόθεν ἡ χάρις ὑμῖν; πόθεν ἡ εἰρήνη; Ἀπὸ Θεοῦ, φησὶ, Πατρὸς ἡμῶν. Καίτοι ἐν ταύτῃ τὸ τοῦ Χριστοῦ οὐ τίθησιν ὄνομα. Πρὸς τοὺς τὸ Πνεῦμα διαβάλλοντας ἐρῶ, πόθεν ὁ Θεὸς Πατὴρ τῶν δούλων; ταῦτα τὰ μεγάλα τίς κατώρθωσε; τίς ἅγιόν σε ἐποίησε; τίς πιστόν; τίς υἱὸν τοῦ Θεοῦ; Ὁ ποιήσας σε ἀξιόπιστον, αὐτὸς καὶ τοῦ πιστευθῆναί σε ἅπαντα αἴτιος. βʹ. Πιστοὶ γὰρ οὐ διὰ τὸ πιστεύειν καλούμεθα μόνον, ἀλλὰ καὶ διὰ τὸ πιστευθῆναι παρὰ τοῦ Θεοῦ μυστήρια, ἅπερ οὐδὲ ἄγγελοι πρὸ ἡμῶν ᾔδεσαν. Ἀλλ' ἀδιάφορον τῷ Παύλῳ οὕτω ταῦτα τιθέναι. Εὐχαριστοῦμεν τῷ Θεῷ τῷ Πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐμοὶ δοκεῖ πάντα ἐπὶ τὸν Πατέρα ἀνατιθέναι, ὥστε μὴ εὐθέως αὐτοῖς προστῆναι τὸν λόγον. Πάντοτε περὶ ὑμῶν προσευχόμενοι. Οὐ διὰ τῆς εὐχαριστίας μόνον, ἀλλὰ καὶ τῆς διηνεκοῦς εὐχῆς τὴν ἀγάπην δείκνυσιν, ὅτι καὶ οὓς οὐχ ἑώρα, τούτους εἶχε διὰ παντὸς ἐν ἑαυτῷ. Ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀνωτέρω, Τοῦ Κυρίου ἡμῶν, εἰπὼν, ἐνταῦθα, Ἰησοῦ Χριστοῦ λέγει. Αὐτός ἐστι Κύριος, φησίν· οὐχ, οἱ δοῦλοι Ἰησοῦ Χριστοῦ. Καὶ ταῦτα σύμβολα τῆς εὐεργεσίας· Αὐτὸς γὰρ, φησὶ, σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους. Ἤδη οἰκειοῦται αὐτούς. Ἐπαφρόδιτός ἐστιν ὁ ταῦτα ἀπαγγέλλων. Πέμπει δὲ τὴν ἐπιστολὴν διὰ Τυχικοῦ, ἐκεῖνον παρ' ἑαυτῷ κατασχών. Καὶ τὴν ἀγάπην, φησὶ, τὴν εἰς πάντας τοὺς ἁγίους. Οὐκ εἰς τόνδε καὶ τόνδε· οὐκοῦν καὶ εἰς ἡμᾶς. ∆ιὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς. Τὰ μέλλοντα, φησὶν, ἀγαθά. Τοῦτο πρὸς τοὺς πειρασμοὺς, ὥστε μὴ ἐνταῦθα ζητεῖν τὴν ἄνεσιν. Ἵνα γὰρ μή τις εἴπῃ, καὶ τί τὸ κέρδος τῆς ἀγάπης τῆς εἰς τοὺς ἁγίους, κοπτομένων αὐτῶν; χαίρομεν, φησὶν, ὅτι μεγάλα ἑαυτοῖς προξενεῖτε ἐν τοῖς οὐρανοῖς. ∆ιὰ τὴν ἐλπίδα, φησὶ, τὴν ἀπο 62.302 κειμένην. Τὸ ἀσφαλὲς ἔδειξεν. Ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας. Ἐνταῦθα πλήττοντος αὐτούς ἐστι τὸ ῥῆμα, ὅτι πολὺν χρόνον ἔχοντες μετέστησαν. Ἣν προηκούσατε, φησὶν, ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ Εὐαγγελίου. Καὶ ἀλήθειαν μαρτυρεῖ τῷ λόγῳ· εἰκότως· οὐδὲν γὰρ ψεῦδος ἐν αὐτῷ. Τοῦ Εὐαγγελίου. Οὐ λέγει, τοῦ κηρύγματος, ἀλλ' εὐαγγέλιον καλεῖ, συνεχῶς ἀναμιμνήσκων αὐτοὺς τῶν εὐεργεσιῶν τοῦ Θεοῦ· καὶ πρῶτον ἐπαινέσας αὐτοὺς, οὕτω τούτων ἀναμιμνήσκει. Τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ. Ἤδη χαρίζεται αὐτοῖς. Παρόντος δὲ μεταφορικῶς εἶπεν· οὐ παρεγένετο, φησὶ, καὶ ἀπέστη, ἀλλ' ἔμεινε καὶ ἔστιν ἐκεῖ. Εἶτα, ἐπειδὴ μάλιστα οἱ πολλοὶ ἐκ τοῦ κοινωνοὺς ἔχειν πολλοὺς τῶν δογμάτων στηρίζονται, διὰ τοῦτο ἐπήγαγε, Καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ. Πανταχοῦ, φησὶ, πάρεστι, πανταχοῦ κρατεῖ, πανταχοῦ ἕστηκε. Καὶ ἔστι καρποφορούμενον, καὶ αὐξανόμενον, καθὼς καὶ ἐν ὑμῖν. Καρποφορούμενον διὰ τὰ ἔργα, αὐξανόμενον τῷ πολλοὺς παραλαμβάνειν, τῷ μᾶλλον στηρίζεσθαι. Καὶ γὰρ ἐν τοῖς φυτοῖς τότε πυκνὰ γίνεται, ὅταν στηριχθῇ τὸ φυτόν. Καθὼς καὶ ἐν ὑμῖν. Προκαταλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐπαίνοις, ὥστε μηδὲ ἄκοντα ἀποστῆναι. Ἀφ' ἧς ἡμέρας ἠκούσατε. Τὸ θαυμαστὸν, ὅτι ταχέως προσήλθετε καὶ ἐπιστεύσατε, καὶ εὐθέως ἐκ προοιμίων ἐπεδείξασθε τοὺς καρπούς. Ἀφ' ἧς ἡμέρας ἠκούσατε, καὶ ἐπέγνωτε τὴν χάριν