1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

22

κηρυττομένου, ἀλλ', ἤδη πιστευθέντος καὶ Κηρυχθέντος· ὅπερ καὶ ἀρχόμενος ἐποίησεν, ἀπὸ τῆς τῶν πολλῶν μαρτυρίας καὶ τούτους στῆσαι βουλόμενος. Οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος. Καὶ τοῦτο εἰς τὸ ἀξιόπιστον συντελεῖ. Ἐγὼ, φησὶ, Παῦλος διάκονος. Μέγα γὰρ αὐτοῦ ἦν τὸ ἀξίωμα λοιπὸν πανταχοῦ ᾀδομένου, καὶ τῆς οἰκουμένης ὄντος διδασκάλου. Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία. βʹ. Καὶ ποία αὕτη ἀκολουθία; ∆οκεῖ μὲν ἀπηρτῆσθαι, πολλὴν δὲ ἔχει τὴν ἀκολουθίαν. Καὶ, ∆ιάκονος, φησίν· ἀντὶ τοῦ, οὐδὲν παρ' ἐμαυτοῦ εἰσφέρων, ἀλλὰ τὰ ἑτέρου καταγγέλλων. Οὕτω δὲ πιστεύω, ὅτι καὶ πάσχω ὑπὲρ αὐτοῦ· καὶ οὐ πάσχω μόνον, ἀλλὰ καὶ χαίρω πάσχων, πρὸς τὴν ἐλπίδα τὴν μέλλουσαν ἀφορῶν· καὶ πάσχω οὐχ ὑπὲρ ἐμαυτοῦ, ἀλλ' ὑπὲρ ὑμῶν. Καὶ ἀνταναπληρῶ, φησὶ, τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. ∆οκεῖ μὲν μέγα εἶναι ὅπερ ἐφθέγξατο, ἀλλ' οὐκ ἔστιν ἀπονοίας, μὴ γένοιτο, ἀλλὰ καὶ πολλῆς φιλοστοργίας τῆς περὶ τὸν Χριστόν· οὐ γὰρ βούλεται αὐτοῦ εἶναι, ἀλλ' ἐκείνου τὰ πάθη. Οὕτω δὲ εἶπε, τούτους οἰκειῶσαι αὐτῷ βουλόμενος. Καὶ ἃ ἐγὼ πάσχω, δι' ἐκεῖνον πάσχω, φησίν· ὥστε μὴ ἐμοὶ χάριν ὁμολογεῖτε, ἀλλ' ἐκείνῳ· αὐτὸς γὰρ πάσχει ταῦτα. Ὥσπερ ἂν εἴ τις πεμφθεὶς 62.327 πρός τινα, ἕτερον ἀξιώσειε λέγων· Παρακαλῶ σε, ὑπὲρ ἐμοῦ ἄπελθε πρὸς τόνδε· εἶτα ἐκεῖνος λέγοι, ὅτι ∆ιὰ τόνδε ταῦτα ποιῶ. Ὥστε οὐκ ἐπαισχύνεται καὶ ταῦτα αὐτοῦ παθήματα λέγειν. Οὐ γὰρ μόνον ἀπέθανεν ὑπὲρ ἡμῶν, ἀλλὰ καὶ μετὰ τὸ ἀποθανεῖν ἕτοιμός ἐστι θλιβῆναι δι' ἡμᾶς. Ἐφιλονείκησε καὶ ἐβιάσατο δεῖξαι αὐτὸν καὶ νῦν κινδυνεύοντα ὑπὲρ τῆς Ἐκκλησίας διὰ τοῦ ἰδίου σώματος, καὶ πρὸς ἐκεῖνο ἀποτείνεται, ὅτι Οὐ δι' ἡμῶν προσάγεσθε, ἀλλὰ δι' αὐτοῦ, κἂν ἡμεῖς ταῦτα ποιῶμεν· οὐ γὰρ οἰκεῖον ἔργον ἀνεδεξάμεθα, ἀλλὰ τὸ ἐκείνου. Καὶ ταυτόν ἐστιν, ὥσπερ ἂν εἴ τις τάξις λαχοῦσα στρατηγὸν τὸν ὑπερασπίζοντα αὐτῆς, καὶ ἐν τῷ πολέμῳ στήκοι, εἶτα ἀπελθόντος ἐκείνου, ὁ ὑποστράτηγος τὰ ἐκείνου τραύματα ἀναδέξοιτο μέχρι τοῦ λυθῆναι τὸν πόλεμον. Εἶτα ὅτι καὶ δι' αὐτὸν ταῦτα ποιεῖ, ἄκουσον. Ὑπὲρ τοῦ σώματος αὐτοῦ, φησί· τοῦτο θέλων εἰπεῖν, ὅτι Οὐχ ὑμῖν χαρίζομαι, ἀλλὰ τῷ Χριστῷ· ἃ γὰρ ἐκεῖνον ἔδει παθεῖν, ἐγὼ πάσχω ἀντ' αὐτοῦ· ὅρα πόσα κατασκευάζει. ∆είκνυσι πολὺ τὸ φίλτρον· ὥσπερ ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων ἔλεγεν, Ἐν ἡμῖν ἔθετο τὴν διακονίαν τῆς καταλλαγῆς· καὶ πάλιν, Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν· τοῦτο καὶ ἐνταῦθά φησιν, Ὑπὲρ αὐτοῦ πάσχω, ἵνα μᾶλλον αὐτοὺς ἐπισπάσηται. Τουτέστιν, Εἰ καὶ ὁ ὀφείλων ὑμῖν ἀπῆλθεν, ἀλλ' ἐγὼ ἀποδίδωμι. ∆ιὰ γὰρ τοῦτο καὶ Ὑστερήματα εἶπεν, ἵνα δείξῃ ὅτι οὐδὲ τὸ πᾶν ἡγεῖται οὐδέπω πεπονθέναι. Ὑπὲρ ὑμῶν, φησὶ, καὶ μετὰ θάνατον πάσχει, εἴ γε ἔτι ἐλλείμματα ἔμεινε. Τοῦτο ἐν τῇ πρὸς Ῥωμαίους ἑτέρως ποιεῖ λέγων· Ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν· δεικνὺς ὅτι οὐκ ἠρκέσθη τῷ θανάτῳ μόνον, ἀλλὰ καὶ μετὰ ταῦτα μυρία ποιεῖ. Οὐ τοίνυν ἑαυτὸν ἐπαίρων ταῦτα λέγει, ἀλλὰ τὸν Χριστὸν δεῖξαι βουλόμενος ἔτι καὶ νῦν ὑπὲρ αὐτῶν φροντίζοντα. Καὶ τὸν λόγον ἀξιόπιστον δείκνυσι τῷ ἐπαγαγεῖν, Ὑπὲρ τοῦ σώματος αὐτοῦ. Ὅτι γὰρ οὕτως ἔχει, καὶ οὐδὲν ἀπεικὸς, δῆλον ἐκ τοῦ ὑπὲρ τοῦ σώματος αὐτοῦ ταῦτα γενέσθαι. Ὅρα πῶς ἡμᾶς συνῆψεν ἑαυτῷ. Τί τοίνυν ἐπεισάγετε διὰ μέσου ἀγγέλους; Ἧς ἐγὼ ἐγενόμην, φησὶ, διάκονος. Τί ἑτέρους ἐπεισάγετε ἀγγέλους; ἐγώ εἰμι διάκονος. Εἶτα δείκνυσιν ὅτι οὐδὲν αὐτὸς ἐποίησεν, εἴ γε διάκονός ἐστιν. Ἧς ἐγενόμην ἐγὼ, φησὶ, διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ οἰκονομίαν. Ἤτοι τοῦτό φησιν, ὅτι Οὕτως ἠθέλησεν, αὐτοῦ ἀπελθόντος, ἡμᾶς