1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

24

Καθάπερ γὰρ παιδίοις τοῖς Ἰουδαίοις γραμματιστὴν τὸν Μωϋσέα οὕτως αὐτοῖς ἐπέστησε, 62.329 καὶ ὡς παιδία, οὕτως αὐτοὺς ἀνήγαγεν ἐκεῖνος σκιαγραφῶν, καθάπερ ἡμεῖς τὰ στοιχεῖα. Σκιὰν γὰρ ἦν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων. Καθάπερ οὖν ἡμεῖς τοῖς παιδίοις καὶ πλακοῦντας ὠνούμεθα, καὶ ἀργύρια δίδομεν, ἓν μόνον παρ' αὐτῶν ἀπαιτοῦντες, τὸ τέως βαδίζειν ἐπὶ τὸ διδασκαλεῖον· οὕτω καὶ ὁ Θεὸς τότε καὶ πλοῦτον ἔδωκε καὶ τρυφὴν, ἓν παρ' αὐτῶν ὠνούμενος μόνον διὰ τῆς πολλῆς συγχωρήσεως τὸ ἀκούειν Μωϋσέως. ∆ιὰ τοῦτο αὐτοὺς διδασκάλῳ παρέδωκεν, ἵνα μὴ αὐτοῦ καταφρονῶσιν, ἀλλὰ περιέχωνται καθάπερ πατρὸς φιλοστόργου. Ὅρα γὰρ πῶς ἐκεῖνον μόνον ἐδεδοίκεσαν. Οὐ γὰρ εἶπον, Ποῦ ἐστιν ὁ Θεός; ἀλλὰ, Ποῦ ἐστι Μωϋσῆς; καὶ παρὼν μόνον φοβερὸς ἦν. Ὅτε γοῦν κακῶς ἔπραξαν, ὅρα πῶς αὐτοὺς ἐκόλασεν. Ὁ μὲν γὰρ Θεὸς αὐτοὺς ἀποκηρῦξαι ἐβούλετο, αὐτὸς δὲ οὐκ ἀφίησι· μᾶλλον δὲ τὸ ὅλον τοῦ Θεοῦ γέγονε, καθάπερ πατρὸς ἀπειλοῦντος, ἐκείνου δὲ αὐτὸν οἱονεὶ διδασκάλου παραιτουμένου, καὶ λέγοντος, ὅτι Ἐμοὶ συγχώρησον, καὶ ἐκ τοῦ νῦν ἀναδέχομαι. Οὕτως ἐγένετο διδασκαλεῖον ἡ ἔρημος. Καὶ καθάπερ παιδία χρονίσαντα ἐπὶ τῆς διατριβῆς, ἀναχωρῆσαι βούλεται· οὕτω καὶ ἐκεῖνοι τότε συνεχῶς τὴν Αἴγυπτον ἐζήτουν, καὶ ἔκλαιον λέγοντες· Ἀπολώλαμεν, ἐξανηλώμεθα, παραπολώλαμεν. Καὶ τὴν πινακίδα αὐτῶν συνέτριψεν ὁ Μωϋσῆς, ἐφ' ἧς γράψας αὐτοῖς ἦν καθάπερ ὀνόματά τινα· ταυτὸ ποιῶν, ὅπερ καὶ διδάσκαλος ποιήσειεν ἂν, τὴν δέλτον λαβὼν, καὶ ἰδὼν κακῶς γεγραμμένην, καὶ αὐτὴν ῥίπτει τὴν δέλτον, πολὺν τὸν θυμὸν ἐνδείξασθαι βουλόμενος· κἂν κατεάξῃ, ὁ πατὴρ οὐ χολᾷ. Αὐτὸς μὲν γὰρ ἐνέκειτο γράφων· ἐκεῖνοι δὲ οὐχ ὁρῶντες εἰς αὐτὸν, ἀλλ' ἑτέρωθι ἐστραμμένοι ἠτάκτουν· καὶ καθάπερ ἐν τῇ διατριβῇ ἀλλήλους τύπτουσιν οἱ παῖδες, οὕτω καὶ τότε ἀλλήλους τύπτειν ἐκέλευσε καὶ ἀναιρεῖν. Καὶ πάλιν καθάπερ μαθήματα διδοὺς, εἶτα ἀπαιτῶν, καὶ οὐχ εὑρίσκων, ἐκόλαζεν. Οἷόν τι λέγω· γράμματα τῆς δυνάμεως τοῦ Θεοῦ ἦσαν γνωριστικὰ τὰ ἐν Αἰγύπτῳ. Ναὶ, φησίν· ἀλλὰ ταῦτα τὰ γράμματα τὰς πληγὰς ἐδήλου, καὶ ὅτι τοὺς ἐχθροὺς κολάζει, καὶ διδασκαλεῖον αὐτοῖς ἦν ἀκριβές. Τί γὰρ ἦν ἄλλο ἡ κόλασις τῶν ἐχθρῶν, ἀλλ' ἢ ὑμετέρα εὐεργεσία; Ἄλλως δὲ καὶ εὐηργέτει ὑμᾶς· καὶ ταυτὸν γέγονεν, οἷον ἂν εἴ τις λέγοι μὲν εἰδέναι τὰ στοιχεῖα, σποράδην δὲ ἐρωτώμενος μὴ εὑρίσκοι, καὶ τύπτοιτο. Οὕτω κἀκεῖνοι ἔλεγον μὲν εἰδέναι τὴν δύναμιν τοῦ Θεοῦ, σποράδην δὲ ἀπαιτούμενοι τὴν γνῶσιν, αὐτὴν οὐ παρείχοντο· διὸ καὶ ἐτύπτοντο. Εἶδες ὕδωρ; ὀφείλεις ἀναμνησθῆναι τοῦ ὕδατος τοῦ ἐν Αἰγύπτῳ. Ὁ γὰρ ἀπὸ ὕδατος αἷμα ποιήσας, δυνήσεται καὶ τοῦτο ποιῆσαι· ὥσπερ καὶ ἡμεῖς λέγομεν πολλάκις τοῖς παιδίοις· Ὅταν ἴδῃς ἐν τῷ βιβλίῳ τὸ, α, στοιχεῖον, ἀναμνήσθητι ὅτι ἐν τῇ πινακίδι αὐτὸ εἶχες. Εἶδες λιμόν; ἀναμνήσθητι ὅτι αὐτὸς ἦν ὁ τὰ γεννήματα ἀπολέσας. Εἶδες πολέμους; ἀναμνήσθητι τοῦ καταποντισμοῦ. Εἶδες ὅτι μεγάλοι οἱ τὴν γῆν οἰκοῦντες; ἀλλ' οὐ τῶν Αἰγυπτίων μείζους. Εἶτα ὁ ἐκ μέσου αὐτῶν σε λαβὼν, οὐ πολλῷ μᾶλλον ἔξωθεν ὄντα σώσειεν ἄν; Ἀλλ' οὐκ ᾔδεσαν σκορπιστὰ ἐρωτᾶσθαι τὰ στοιχεῖα· διὰ τοῦτο ἐτύπτοντο. Ἔφαγον καὶ ἔπιον, καὶ ἀπελάκτισαν. Ἔδει ἐν τῷ μάννα μὴ ζητεῖν τρυφὴν, τὸ ἀπὸ ταύτης μαθόντας κακόν. Καὶ ταυτὸν ἐποίουν, οἷον εἰ ἐλεύθερος παῖς εἰς διδασκαλεῖον πεμπόμενος, ἐπιζητοίη τὸ μετὰ τῶν δούλων ἄγεσθαι, καὶ ὑπηρετεῖν αὐτοῖς, καὶ τὴν ἀναγκαίαν καὶ ἐλευθέρῳ πρέ 62.330 πουσαν τροφὴν λαβὼν, καὶ ἐν τῇ τοῦ πατρὸς τραπέζῃ καθήμενος, τῆς τῶν οἰκετῶν ἀπολαύειν θέλοι τῆς δυσώδους, τῆς ταραχῆς ἐμπεπλησμένης. Οὕτω καὶ οὗτοι Αἴγυπτον ἐζήτουν, καὶ ἔλεγον τῷ Μωϋσῇ, Ναὶ, Κύριε, πάντα ὅσα ἂν εἴπῃς ποιήσομεν, καὶ ἀκουσόμεθα. Καὶ ὅπερ ἐπὶ τῶν σφόδρα δυσδιορθώτων παίδων γίνεται, τοῦ πατρὸς αὐτοὺς ἀνελεῖν βουλομένου, ὁ διδάσκαλος