1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

35

δαίμονας καὶ τὸν ἀρχηγὸν αὐτῶν, καὶ λέγει, Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων. Οὐ λέγει, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν· ἀλλὰ τί; ∆ίδωσιν αὐτοῖς υἱοῖς Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, ἀλλ' ἐκ Θεοῦ, φησὶν, ἐγεννήθησαν. Εἶτα ἵνα μὴ τοῦ ὄφεως ἀκούσῃς, εὐθέως διδάσκῃ λέγειν· Ἀποτάσσομαί σοι· ἀντὶ τοῦ, Ὅπερ ἂν εἴπῃς, οὐκ ἀκούσομαί σου. Εἶτα ἵνα μὴ δι' ἑτέρων σε ἕλῃ, φησὶ, καὶ τῇ πομπῇ σου καὶ τῇ λατρείᾳ σου καὶ τοῖς ἀγγέλοις σου. Ἔθετο αὐτὸν οὐκέτι φυλάσσειν τὸν παράδεισον, ἀλλὰ πολιτεύεσθαι ἐν οὐρανῷ. Εὐθέως γὰρ ἀνελθὼν, ταῦτα φθέγγεται τὰ ῥήματα· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Οὐκ ἐπ' ὄψιν πίπτει τὸ παιδίον, οὐ ξύλον ὁρᾷς οὐδὲ πηγὴν, ἀλλ' αὐτὸν εὐθέως περιλαμβάνεις τὸν ∆εσπότην, ἀνακεράννυσαι τῷ σώματι, ἀναφύρῃ τῷ σώματι τῷ ἄνω κειμένῳ, ἔνθα προσελθεῖν οὐκ ἔνι τῷ διαβόλῳ. Οὐκ ἔστι γυνὴ, ἵνα προσέλθῃ, καὶ ὡς ἀσθενεστέραν ἀπατήσῃ· Οὐκ ἔστι γὰρ, φησὶ, θῆλυ, οὐδὲ ἄρσεν. Ἂν μὴ σὺ κατέλθῃς πρὸς αὐτὸν, οὐ δυνήσεται ἐπιβῆναι ἔνθα εἶ· ἐν γὰρ τῷ οὐρανῷ εἶ, ὁ δὲ οὐρανὸς ἄβατος τῷ διαβόλῳ. Οὐκ ἔχει ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ, ἀλλὰ τὸ ξύλον τῆς ζωῆς μόνον. Οὐκέτι ἀπὸ τῆς πλευρᾶς σου γυνὴ, ἀλλὰ πάντες ἕν ἐσμεν ἀπὸ τῆς πλευρᾶς τοῦ Χριστοῦ. Εἰ γὰρ οἱ ἠλειμμένοι ὑπὸ ἀνθρώπων, οὐδὲν πάσχουσιν ὑπὸ ὄφεων, οὐδὲ σὺ 62.343 πείσῃ τι, ἕως ἂν ᾖς ἠλειμμένος, ἵνα δυνηθῇς κατέχειν τὸν ὄφιν καὶ ἀποπνίγειν, πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Ἀλλ' ὥσπερ μεγάλα τὰ δῶρα, οὕτω μεγάλη ἡμῖν καὶ ἡ τιμωρία· οὐκ ἔνι ἐκπεσόντα τοῦ παραδείσου ἀπέναντι οἰκῆσαι τοῦ παραδείσου, οὐδὲ ἐπανελθεῖν ὅθεν ἐξεπέσομεν. Ἀλλὰ τί μετὰ ταῦτα; Γέεννα, καὶ σκώληξ ἀτελεύτητος. Ἀλλὰ μὴ γένοιτό τινα ἡμῶν ὑπεύθυνον γενέσθαι ταύτῃ τῇ τιμωρίᾳ· 62.344 ἀλλ' ἐναρέτως ζῶντες, σπουδάσωμεν τὰ αὐτῷ δοκοῦντα διαπράττεσθαι· εὐαρεστήσωμεν τῷ Θεῷ, ἵνα δυνηθῶμεν καὶ τῆς κολάσεως ἀπαλλαγῆναι, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ζʹ. Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ

νουμηνίας ἢ σαβ βάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χριστοῦ. Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυ σιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορη γούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν

αὔξη σιν τοῦ Θεοῦ. αʹ. Πρῶτον αἰνιγματωδῶς εἰπὼν, Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, καὶ πάλιν ἀνωτέρω, Τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ· καὶ προκαταλαβὼν τὴν ψυχὴν καὶ μεμεριμνημένην ἐργασάμενος, εἶτα παρενθεὶς τὰς εὐεργεσίας, καὶ μειζόνως τοῦτο ποιήσας, τότε ἐπάγει τὸν ἔλεγχον ὕστερον, καί φησι· Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἣ νεομηνίας ἢ σαββάτων. Ὁρᾷς πῶς αὐτὰ καθαιρεῖ; Εἰ τοιούτων τετυχήκατε, φησὶ, τί τοῖς μικροῖς ὑπευθύνους ἑαυτοὺς ποιεῖτε; Καὶ ἐξευτελίζει λέγων, Ἢ ἐν μέρει ἑορτῆς· οὐ γὰρ δὴ πάντα κατεῖχον τὰ πρότερα. Ἢ νουμηνίας ἢ σαββάτων. Οὐκ εἶπε, Μὴ τοίνυν φυλάττετε, ἀλλὰ, Μή τις ὑμᾶς κρινέτω. Ἔδειξεν αὐτοὺς