1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

36

παραβαίνοντας καὶ λύοντας, ἐφ' ἑτέρους δὲ τὸ ἔγκλημα ἤνεγκε. Μὴ ἀνέχεσθε τῶν κρινόντων, φησίν. Ἀλλ' οὐδὲ τοῦτο· ἀλλ' ἐκείνοις διαλέγεται μόνον, οὐχὶ ἐπιστομίζων αὐτοὺς, ὅτι Οὐκ ὀφείλετε ἀνακρίνειν. Ἀλλ' οὐκ ἂν τούτων καθήψατο. Οὐκ εἶπεν, Ἐν καθαροῖς καὶ ἀκαθάρτοις, οὐδὲ εἶπεν, Ἐν σκηνοπηγίαις καὶ ἀζύμοις καὶ πεντηκοστῇ· ἀλλ', Ἐν μέρει ἑορτῆς· οὐ γὰρ ἐτόλμων τὸ πᾶν φυλάττειν· καὶ εἰ ἐφύλαττον, οὐχ ὥστε ἑορτάζειν. Ἐν μέρει, φησί· δεικνὺς ὅτι τὸ πλέον λέλυται. Εἰ γὰρ καὶ ἐσαββάτιζον, ἀλλ' οὐκ ἀκριβῶς. Ἅ ἐστι σκιὰ τῶν μελλόντων· τῆς Καινῆς, φησὶ, ∆ιαθήκης. Τὸ δὲ σῶμα Χριστοῦ. Οἱ μὲν οὖν τοῦτο στίζουσι, Τὸ δὲ σῶμα, Χριστοῦ· ἡ δὲ ἀλήθεια ἐπὶ Χριστοῦ γέγονεν· οἱ δὲ, Τὸ σῶμα Χριστοῦ μηδεὶς ὑμᾶς καταβραβευέτω, τουτέστιν, ἐπηρεαζέτω. Καταβραβευθῆναι γάρ ἐστιν ὅταν παρ' ἑτέρῳ μὲν ἡ νίκη ᾖ, παρ' ἑτέρῳ δὲ τὸ βραβεῖον, ὅταν ἐπηρεάζῃ νικήσας. Ἄνωθεν ἕστηκας τοῦ διαβόλου καὶ τῆς ἁμαρτίας· τί πάλιν ὑπάγεις σαυτὸν 62.344.10 τῇ ἁμαρτίᾳ; ∆ιὰ τοῦτο ἔλεγεν, Ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι· καὶ πάλιν, Εὑρέθη Χριστὸς ἁμαρτίας διάκονος; ὃ ἐν τῇ πρὸς Γαλάτας γράφων ἔλεγεν. Ὅτε τοίνυν αὐτοὺς ἐνέπλησε θυμοῦ διὰ τοῦ εἰπεῖν, Καταβραβευέτω, τότε ἄρχεται· Θέλων, φησὶν, ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ. Πῶς, Ἐν ταπεινοφροσύνῃ; ἢ πῶς, Φυσιούμενος; ∆είκνυσι κενοδοξίας ὂν τὸ πᾶν. Τί δὲ ὅλως ἐστὶ τὸ λεγόμενον; Ἦσάν τινες οἱ λέγοντες· Οὐ δεῖ ἡμᾶς διὰ τοῦ Χριστοῦ προσάγεσθαι, ἀλλὰ διὰ τῶν ἀγγέλων· ἐκεῖνο γὰρ μεῖζόν ἐστιν, ἢ καθ' ἡμᾶς. ∆ιὰ τοῦτο ἄνω καὶ κάτω στρέφει τὰ ὑπὲρ τοῦ Χριστοῦ λεχθέντα αὐτῷ, ∆ιὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ κατηλλάγημεν, Ὅτι ὑπὲρ ἡμῶν ἔπαθεν, Ὅτι ἠγάπησεν ἡμᾶς. Καὶ ἐν αὐτῷ δὲ τούτῳ ἐπείροντο πάλιν. Καὶ οὐκ εἶπε προσαγωγὴν, ἀλλὰ θρησκείαν. Ἃ μὴ ἑώρακεν ἐμβατεύων. Οὐ γὰρ εἶδεν ἀγγέλους, καὶ οὕτω διάκειται ὡς ἰδών. ∆ιὰ τοῦτό φησι, Φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ εἰκῆ. Οὐδὲ γὰρ ἐπί τινι ἀληθεῖ πράγματι, ἐπὶ τῷ δόγματι πεφύσηται. Καὶ προβάλλεται ταπεινοφροσύνης σχῆμα· ὡσεὶ ἔλεγε· Σαρκικῆς διανοίας, οὐ πνευματικῆς, ἀνθρώπινος ὁ λογισμός. Καὶ οὐ κρατῶν τὴν κεφαλὴν, φησὶν, ἐξ οὗ πᾶν τὸ σῶμα. Τουτέστιν, ἐκεῖθεν ἔχει τὸ εἶναι, καὶ τὸ καλῶς εἶναι. Τί τοίνυν τὴν κεφαλὴν ἀφεὶς, ἔχῃ τῶν μελῶν; ἐὰν ἐκεῖθεν ἐκπέσῃς, ἀπόλωλας. Ἐξ οὗ πᾶν τὸ σῶμα. Ὅστις ἂν ᾖ, φησὶν, οὐ τὸ ζῇν, ἀλλὰ καὶ τὸ συντίθεσθαι ἐκεῖθεν αὐτῷ. Πᾶσα ἡ Ἐκκλησία, ἕως ἂν ἔχῃ τὴν κεφαλὴν, αὔξει· ἐπεὶ οὐκέτι ἀπονοίας καὶ κενοδοξίας τὸ πάθος, ἀνθρωπίνης ἐννοίας τὸ εὕρεμα. Ἰδοὺ τὸ, Ἐξ οὗ, ἐπὶ τοῦ Υἱοῦ. ∆ιὰ τῶν ἁφῶν καὶ συνδέσμων, φησὶν, ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ· τὴν κατὰ Θεὸν, φησὶ, τὴν ἀπὸ τῆς πολιτείας τῆς ἀρίστης. Εἰ οὖν ἀπεθάνετε σὺν Χριστῷ. Μέσον ἐκεῖνο τίθησι, καὶ τὸ σφοδρότερον ἑκατέρωθεν. Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν τοῦ κόσμου στοιχείων, φησὶ, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε; Οὐκ ἔχει ἀκολουθίαν· ἔδει γὰρ εἰπεῖν. Πῶς ὡς ζῶντες ὑπόκεισθε τοῖς στοιχείοις· Ἀλλὰ τοῦτο ἀφεὶς, τί φησι; Μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς· ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων. βʹ. Οὐκ ἔστε ἐν τῷ κόσμῳ, φησί· καὶ πῶς τοῖς στοιχείοις ὑπόκεισθε; πῶς ταῖς τοῦ κόσμου παρατηρήσεσι; Καὶ ὅρα πῶς αὐτοὺς κωμῳδεῖ, Μὴ θίγῃς, μὴ ἅψῃ, μὴ γεύσῃ, ὡς μεγάλων τινῶν ἀπεχομένους. Ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει. Καθεῖλε τῶν πολλῶν τὴν φυσίωσιν, καὶ ἐπήγαγε· Κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων. Τί λέγεις; κἂν τὸν νόμον εἴπῃς, λοιπὸν διδασκαλία ἐστὶν ἀνθρώπου μετὰ τὸν καιρόν. Ἢ ὅτι παρεποίουν αὐτὸν οὕτως εἶπεν, ἢ τὰ τῶν Ἑλλήνων αἰνίττεται. Ὅλον ἀνθρώπινον τὸ δόγμα ἐστὶ, φησίν. Ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας ἐν