1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

37

ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός. Λόγον, φησὶν, οὐ δύναμιν· ἄρα οὐκ ἀλήθειαν. Ὥστε κἂν λόγον ἔχῃ σοφίας, ἀποστρεφώμεθα. ∆οκεῖ γὰρ εὐλαβής τις εἶναι καὶ μέτριος καὶ τοῦ σώματος καταφρονεῖν· οὐκ ἔστι δέ. Οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός. Ὁ Θεὸς γὰρ τιμὴν ἔδωκεν, αὐτοὶ δὲ οὐκ ἐν τιμῇ κέχρηνται. Οὕτως, ὅταν δόγμα ᾖ, οἶδεν αὐτὸ τιμὴν καλεῖν. Ἀτιμάζουσι τὴν σάρκα, φησὶν, ἀποστεροῦντες αὐτὴν, καὶ τὴν ἐξουσίαν ἀφαιρούμενοι, οὐχ ἑκόντος κρατεῖν συγχωροῦντες· ὁ Θεὸς τὴν σάρκα ἐτίμησεν. Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ. Συνάγει αὐτοὺς λοιπὸν ἄνω κατασκευάσας ὅτι ἀπέθανε. ∆ιὰ τοῦτό φησιν, Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε. Οὐκ ἔστιν ἐκεῖ παρατήρησις. Τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Βαβαί! ποῦ τὸν νοῦν ἀνήγαγε τὸν ἡμέτερον; πῶς φρονήματος αὐτοὺς ἐπλήρωσε μεγάλου; Οὐκ ἤρκει τὰ ἄνω εἰπεῖν, οὐδὲ, οὗ ὁ Χριστός ἐστιν, ἀλλὰ προστίθησιν, Ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Ἐκεῖθεν λοιπὸν οὐ τὴν γῆν ὁρᾷν παρεσκεύαζε. Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Οὐκ ἔστιν αὕτη, φησὶν, ἡ ζωὴ ὑμῶν· ἡ ὑμετέρα ζωὴ ἑτέρα τίς ἐστιν. Ἤδη βιάζεται μεταστῆσαι αὐτοὺς, καὶ φιλονεικεῖ δεῖξαι καθημένους ἄνω, καὶ νεκροὺς ὄντας, ἐξ ἑκατέρων κατασκευάζων μὴ ζητεῖν τὰ ἐνταῦθα. Εἴτε γὰρ νεκροί ἐστε, οὐκ ὀφείλετε ζητεῖν· εἴτε ἄνω ἐστὲ, οὐκ ὀφείλετε ζητεῖν. Μὴ φαίνεται ὁ Χριστός; οὐκοῦν οὐδὲ ἡ ζωὴ ὑμῶν. Ἐν τῷ Θεῷ ἄνω ἐστί. Τί οὖν; πότε ζησόμεθα; Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε τὴν δόξαν ζητεῖτε, τότε τὴν ζωὴν, τότε τὴν τρυφήν. Ταῦτα προκατασκευαστικὰ τοῦ τῆς τρυφῆς αὐτοὺς ἀπαγαγεῖν καὶ τῆς ἀνέσεως. Τοιοῦτον ἔθος αὐτῷ ἄλλα κατασκευάζοντι εἰς ἄλλα μεταπηδᾷν· οἷον, ὥσπερ περὶ τῶν προλαμβανόντων εἰς τὰ δεῖπνα διαλεγόμενος, ἐνέπεσεν ἀθρόον εἰς τὴν τῶν μυστηρίων παρατήρησιν. Μέγα γὰρ ἔχει ἔλεγχος, ὅταν ἀνυπόπτως γένηται. Κέκρυπται, φησὶν, ἀφ' ὑμῶν. Τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε. Ὥστε νῦν οὐ φαίνεσθε. Ὅρα πῶς αὐτοὺς εἰς αὐτὸν τὸν οὐρανὸν μετέστησεν. Ὅπερ γὰρ ἔφην, ἀεὶ φιλονεικεῖ δεῖξαι τὰ αὐτὰ ἔχοντας ἅπερ καὶ ὁ Χριστός· 62.346 καὶ διὰ πασῶν αὐτοῦ τῶν ἐπιστολῶν οὗτος ὁ λόγος ἐν πᾶσι κοινωνοῦντας αὐτῷ δεῖξαι. ∆ιὰ τοῦτο καὶ κεφαλὴν, καὶ σῶμα λέγει, καὶ πάντα ποιεῖ, ἵνα τοῦτο παραστήσῃ. Εἰ τοίνυν τότε φανερούμεθα, μὴ ἀλγῶμεν, ὅταν τιμῆς μὴ ἀπολαύωμεν· εἰ μή ἐστιν αὕτη ἡ ζωὴ ζωὴ, ἀλλὰ κέκρυπται, ὡς νεκροὶ ζῇν ὀφείλομεν ταύτην τὴν ζωήν. Τότε καὶ ὑμεῖς, φησὶ, σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. - Ἐν δόξῃ, εἶπεν, οὐχ ἁπλῶς· ἐπεὶ καὶ ὁ μαργαρίτης κέκρυπται, ἕως ἂν ᾖ ἐν τῷ ὀστρέῳ. Ἄν τε οὖν ὑβριζώμεθα, μὴ ἀλγῶμεν, ἄν τε ὁτιοῦν πάσχωμεν· οὐ γάρ ἐστιν ἡμῶν ζωὴ αὕτη ἡ ζωή· ξένοι γὰρ καὶ παρεπίδημοί ἐσμεν. Ἀπεθάνετε γὰρ, φησί. Τίς ἐστιν οὕτως ἀνόητος, ὡς τῷ νεκρῷ σώματι τῷ ταφέντι ἢ οἰκέτας ἀγοράζειν, ἢ οἰκίας οἰκοδομεῖν, ἢ ἱμάτια κατασκευάζειν πολυτελῆ; Οὐδείς. Μὴ τοίνυν μηδὲ ἡμεῖς· ἀλλ' ὥσπερ ἓν μόνον ζητοῦμεν, ὥστε μὴ γεγυμνῶσθαι, οὕτω καὶ ἐνταῦθα ἓν μόνον ζητῶμεν. Ἐτάφη ἡμῶν ὁ πρῶτος ἄνθρωπος· ἐτάφη οὐκ ἐν γῇ, ἀλλ' ἐν ὕδατι, οὐ τοῦ θανάτου αὐτὸν καταλύοντος, ἀλλὰ τοῦ τὸν θάνατον καταλύσαντος θάψαντος αὐτὸν οὐ φύσεως νόμῳ, ἀλλὰ τῷ τῆς φύσεως ἰσχυροτέρῳ προστάγματι τῆς δεσποτείας. Τὰ μὲν γὰρ ὑπὸ φύσεως γενόμενα κἂν ἀναλύσειέ τις, τὰ δὲ ὑπὸ τοῦ προστάγματος αὐτοῦ, οὐκέτι. Οὐδὲν ταύτης μακαριώτερον τῆς ταφῆς, ἐφ' ᾗ πάντες χαίρουσι, καὶ ἄγγελοι καὶ ἄνθρωποι καὶ ὁ τῶν ἀγγέλων ∆εσπότης· ταύτῃ τῇ ταφῇ οὐχ ἱματίων, οὐ λάρνακος, οὐκ ἄλλου τῶν τοιούτων οὐδενὸς χρεία. Βούλει τὸ σύμβολον ἰδεῖν; ∆είξω σοι κολυμβήθραν, ἐν ᾗ ὁ μὲν ἐτάφη, ὁ δὲ