1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

39

τοίχους λέγω οἰκιῶν καὶ αὐλὰς καὶ σκεύη χρυσᾶ καὶ ἱμάτια. Γέλως ὄντως καὶ αἰσχύνη ταῦτα· βέλτιον ἀποθανεῖν, ἢ οὕτω τιμηθῆναι. Εἰπὲ γάρ μοι, εἴ τίς σε κινδυνεύοντα ἐν τῷ τύφῳ τούτῳ εὐτελὴς καὶ κατάπτυστος ἐξελέσθαι ἠθέλησε τοῦ κινδύνου, τί ἂν τούτου χεῖρον ἦν; Ὅπερ δὲ περὶ τῆς πόλεως πρὸς ἀλλήλους λέγετε, βούλομαι πρὸς ὑμᾶς εἰπεῖν. Προσέκρουσέ ποτε τῷ κρατοῦντι ἡ πόλις ἡ ἡμετέρα, καὶ πᾶσαν αὐτὴν ἐκέλευσεν ἄρδην ἀπολέσθαι μετὰ ἀνδρῶν καὶ παίδων καὶ οἰκημάτων. Τοιοῦτοι γὰρ οἱ θυμοὶ οἱ βασιλικοί· τῇ ἐξουσίᾳ ὅσον ἂν θέλωσι, χαρίζονται· το 62.348 σοῦτον ἡ ἐξουσία κακόν. Ἦν οὖν ἐν κινδύνοις τοῖς ἐσχάτοις. Ἡ δὲ γείτων πόλις, αὕτη ἡ ἐπιθαλάσσιος, ἐλθοῦσα παρεκάλεσε τὸν βασιλέα ὑπὲρ ἡμῶν· οἱ δὲ τὴν πόλιν οἰκοῦντες τὴν ἡμετέραν ἔλεγον τοῦτο χεῖρον εἶναι τοῦ κατασκαφῆναι τὴν πόλιν. Οὕτω τοῦ ἀτιμασθῆναι τὸ οὕτω τιμᾶσθαι χεῖρόν ἐστι. Ὅρα γὰρ πόθεν ἔχει τὴν ῥίζαν ἡ τιμή. Μαγείρων χεῖρες ποιοῦσιν ἡμᾶς τιμᾶσθαι, ὥστε ἐκείνοις ὀφείλομεν χάριν ἔχειν· καὶ συβῶται παρέχοντες πλουσίαν τὴν τράπεζαν, καὶ ὑφάνται καὶ ἔριθοι καὶ οἱ μέταλλα ἐργαζόμενοι καὶ πλακουντοποιοὶ καὶ τραπεζοποιοί. δʹ. Τοῦ τοίνυν τούτοις εἰδέναι χάριν τῆς τιμῆς οὐ βέλτιον τὸ μὴ τιμᾶσθαι; Καὶ χωρὶς δὲ τούτου, ὅτι ἀτιμίας γέμει τὸ πλουτεῖν, ἐγὼ σαφῶς ἀποδεῖξαι πειράσομαι. Τὴν ψυχὴν αἰσχρὰν ἐργάζεται· τί δὲ τούτου ἀτιμότερον; Εἰπὲ γάρ μοι, εἰ τὸ σῶμα ὡραῖον ἦν, καὶ πάντας νικῶν τῷ κάλλει, ὁ δὲ πλοῦτος προσελθὼν ἐπηγγέλλετο ποιήσειν αἰσχρὸν, καὶ ἀντὶ μὲν ὑγιοῦς νοσῶδες, ἀντὶ δὲ κατεσταλμένου φλεγμαῖνον, καὶ πάντα τὰ μέλη ὑδέρου πληρώσας ἐξώγκωσε μὲν τὴν ὄψιν, καὶ πάντοθεν ἐποίησεν οἰδαίνειν, ἐξώγκωσε δὲ πόδας καὶ τῶν δοκῶν βαρυτέρους ἐποίησεν, ἐξώγκωσε δὲ γαστέρα καὶ παντὸς πίθου μείζονα εἰργάσατο, καὶ μετὰ τοῦτο οὐδὲ τοῖς βουλομένοις θεραπεύειν ἐπηγγέλλετο συγχωρήσειν (τοῦτο γὰρ ἡ ἐξουσία), ἀλλὰ τοσαύτην δώσειν ἐλευθερίαν, ὥστε ἄν τις προσείη ἀπάγων τῶν βλαπτόντων κολάσειν αὐτόν· ἆρα ἦν ἄν τι τούτου ὠμότερον, εἰπέ μοι; Οὐκοῦν τὸ πλουτεῖν, ὅταν τὴν ψυχὴν ταῦτα ἐργάζηται, πῶς ἂν εἴη καλόν; Ἀλλ' ἡ ἐξουσία αὐτῆς τῆς νόσου χαλεπωτέρα· τὸ γὰρ νοσοῦντα μηδὲ νόμοις ἰατρῶν πείθεσθαι, τοῦ νοσεῖν χαλεπώτερον· ὅπερ ὁ πλοῦτος ἔχει, πανταχόθεν φλεγμαίνειν ποιῶν τὴν ψυχὴν, καὶ τοὺς ἰατροὺς προσιέναι κωλύων. Ὥστε διὰ τὴν ἐξουσίαν μὴ μακαρίζωμεν τούτους, ἀλλ' ἐλεῶμεν. Οὐδὲ γὰρ ὑδερικὸν ἰδὼν κατακείμενον, καὶ μηδένα κωλύοντα ἐμφορεῖσθαι πομάτων, ὅσωνπερ ἤθελε, καὶ κρεῶν τῶν βλαπτόντων, ἐμακάρισα ἂν αὐτὸν διὰ τὴν ἐξουσίαν. Οὐ γὰρ πανταχοῦ ἡ ἐξουσία καλὸν, ὥσπερ οὖν οὐδὲ αἱ τιμαί· καὶ γὰρ καὶ αὗται φρονήματος πληροῦσι πολλοῦ. Εἰ δὲ τὸ σῶμα οὐκ ἂν εἴλου μετὰ πλούτου ταύτην δέξασθαι τὴν νόσον, πῶς τὴν ψυχὴν περιορᾷς, οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέραν κόλασιν δεχομένην; Καὶ γὰρ πυρετοῖς πάντοθεν φλέγεται καὶ φλεγμοναῖς, καὶ τὸν πυρετὸν ἐκεῖνον οὐδεὶς σβέσαι δύναται· οὐ γὰρ ἀφίησιν ὁ πλοῦτος, ἅπερ ἐστὶν ἐλαττώματα, ταῦτα πείσας εἶναι πλεονεκτήματα· οἷον, τὸ μηδενὸς ἀνέχεσθαι, καὶ ἐξουσίᾳ πάντα ποιεῖν. Οὐ γὰρ εὑρήσει τις ἄλλην ψυχὴν τοσούτων γέμουσαν ἐπιθυμιῶν καὶ οὕτως ἀτόπων, ὡς τὰς τῶν βουλομένων πλουτεῖν. Πόσας γὰρ ληρωδίας οὐχ ὑπογράφουσιν ἑαυτοῖς; Μᾶλλον τῶν τοὺς ἱπποκενταύρους ἀναπλαττόντων καὶ τὰς χιμαίρας καὶ τοὺς δρακοντόποδας καὶ τὰς Σκύλλας καὶ τὰ τέρατα, ἴδοι τις ἂν αὐτοὺς ἀναπλάττοντας. Κἂν θελήσῃς αὐτῶν μίαν ἐπιθυμίαν ἀναπλάσαι, οὐδὲν οὔτε σκύλλα οὔτε χίμαιρα οὔτε ἱπποκένταυρος φανήσονται πρὸς τὴν τερατωδίαν ἐκείνην, ἀλλ' εὑρήσεις πάντα ὁμοῦ ἔχουσαν τὰ θηρία. Καὶ τάχα μέ τις οἰήσεται ἐν πλούτῳ γεγενῆσθαι πολλῷ οὕτως ἐπαληθεύοντα τοῖς γινομένοις. Λέγεταί τις· 62.349 πρότερον γὰρ ἀπὸ τῶν παρὰ τοῖς Ἕλλησιν ᾀδομένων τὸν λόγον πιστώσομαι· λέγεταί τις παρ' αὐτοῖς βασιλεὺς