1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

41

κατατηκούσας οὕτω περιχρίειν. Εἰ δὲ ἀπιστεῖτε καὶ νομίζετε γελῶντά με λέγειν, ἐγὼ διηγήσομαι ὅπερ ἤκουσα, μᾶλλον δὲ καὶ ἔστι νῦν. Ὁ τῶν Περσῶν βασιλεὺς χρυσοῦν ἔχει τὸ γένειον, τῶν περὶ ταῦτα δεινῶν, καθάπερ τῇ κρόκῃ, οὕτω καὶ ταῖς ἐκείνου θριξὶν ἐνελισσόντων τὰ πέταλα τοῦ χρυσοῦ· καὶ ἀνάκειται καθάπερ τέρας. ∆όξα σοι, Χριστὲ, πόσων ἐνέπλησας ἀγαθῶν ἡμᾶς, πῶς ἡμᾶς ὑγιαίνειν παρεσκεύασας; πόσης τερατωδίας, πόσης ἀλογίας ἡμᾶς ἀπήλλαξας; Ἰδοὺ προλέγω· οὐκέτι παραινῶ, ἀλλ' ἐπιτάττω καὶ παραγγέλλω· ὁ βουλόμενος ἀκουέτω, ὁ δὲ μὴ βουλόμενος ἀπειθείτω· ὅτι ἂν ἐπιμένητε ταῦτα ποιοῦσαι, οὐκ ἀνέξομαι οὐδὲ δέξομαι ὑμᾶς οὐδὲ ἀφήσω τῶν οὐδῶν ὑπερβῆναι τούτων. Τί γάρ μοι δεῖ πλήθους νοσούντων; τί δὲ, εἰ παιδοτριβῶν ὑμᾶς οὐ κωλύω τὰ μὴ περιττά; Καίτοι γε ὁ Παῦλος ἐκώλυσε, καὶ χρυσὸν καὶ μαργαρίτας. Γελώμεθα παρὰ τῶν Ἑλλήνων, μῦθος εἶναι δοκεῖ τὰ ἡμέτερα. Καὶ τοῖς ἀνδράσι παραινῶ ταῦτα· εἰς διδασκαλεῖον παραγίνῃ, παιδευόμενος φιλοσοφίαν πνευματικήν; περίελε τὸν τῦφον ἐκεῖνον. Τοῦτο καὶ ἀνδράσι παραινῶ καὶ γυναιξί· κἂν ἑτέρως τις ποιῇ, λοιπὸν οὐκ ἀνέχομαι. ∆ώδεκα ἦσαν οἱ μαθηταὶ, καὶ ἄκουσον τί φησιν ὁ Χριστὸς πρὸς αὐτούς· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ἂν γὰρ διόλου κολακεύωμεν, πότε ἀνακτησόμεθα; πότε ὠφελήσομεν; Ἀλλ' εἰσὶ, φησὶν, αἱρέσεις ἕτεραι, καὶ μετατίθενται. Ψυχρὸς οὗτος ὁ λόγος· Κρεῖσσον εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Ἐπεὶ καὶ σὺ τί βούλει, εἰπέ μοι; μυρίους δραπέτας ἔχειν καὶ κλέπτας οἰκέτας, ἢ ἕνα εὔνουν; Ἰδοὺ παραινῶ καὶ παρεγγυῶ καὶ τὸν καλλωπισμὸν τὸν περὶ τὴν ὄψιν, καὶ τὰ σκεύη τὰ τοιαῦτα συντρίβειν, καὶ πένησι διδόναι, καὶ μὴ οὕτω μεμηνέναι. Ὁ βουλόμενος ἀποπηδάτω, ὁ βουλόμενος ἐγκαλείτω· οὐκ ἀνέχομαι οὐδενός. Ὅταν μέλλω κρίνεσθαι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, μακρὰν ὑμεῖς ἑστήκατε, καὶ ἡ παρ' ὑμῶν χάρις εἰς οὐδὲν, ἐμοῦ τὰς εὐθύνας παρέχοντος. Ταῦτα τὰ ῥήματα τὰ πάντα διέφθειρεν· ἵνα ἀπέλθῃ, φησὶν, καὶ μετατεθῇ πρὸς ἑτέραν αἵρεσιν· ἀσθενής ἐστι, συγκατάβηθι. Μέχρι τίνος; μέχρι πότε; ἅπαξ, καὶ δὶς, καὶ τρὶς, μὴ διαπαντός. 62.351 Ἰδοὺ παρεγγυῶ πάλιν, καὶ διαμαρτύρομαι κατὰ τὸν μακάριον Παῦλον, ὅτι ἂν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι· ὅταν δὲ κατορθώσητε, τότε εἴσεσθε ὅσον τὸ κέρδος, ὅση ἡ ὠφέλεια. Ναὶ, παρακαλῶ καὶ ἀντιβολῶ, καὶ τῶν γονάτων οὐκ ἂν παραιτησαίμην ἅψασθαι, καὶ ἱκετηρίαν θεῖναι ὑπὲρ τούτου. Τίς ἡ βλακεία; τίς ἡ τρυφή; τίς ἡ ὕβρις; οὐ τρυφὴ τοῦτο, ἀλλ' ὕβρις. Τίς ἡ ἄνοια; τίς ἡ μανία; Πένητες τοσοῦτοι τὴν ἐκκλησίαν περιεστήκασι, καὶ τέκνα ἔχουσα τοσαῦτα ἡ Ἐκκλησία, οὕτω πλουτοῦντα, οὐδενὶ πένητι ἐπαμῦναι δύναται· ἀλλ' ὁ μὲν πεινᾷ, ὁ δὲ μεθύει· ὁ μὲν 62.352 καὶ ἐν ἀργύρῳ ἀποπατεῖ, ὁ δὲ οὐδὲ ἄρτου μετέχει. Τίς ἡ μανία; τίς ἡ θηριωδία ἡ τοσαύτη; Γένοιτο μὴ ἐλθεῖν ἡμᾶς εἰς τὴν πεῖραν τοῦ ἐπεξελθεῖν τοῖς ἀπειθοῦσι, μηδὲ εἰς ἀγανάκτησιν τοῦ ταῦτα ἐπιτρέψαι, ἀλλ' ἑκόντας καὶ ἀνεχομένους ταῦτα πάντα περιστεῖλαι· ἵνα εἰς δόξαν τοῦ Θεοῦ ζήσωμεν, καὶ τῆς ἐκεῖ κολάσεως ἀπαλλαγῶμεν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ.

ΟΜΙΛΙΑ Ηʹ. Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορ νείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι' ἃ

ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς 62.352 καὶ ἐν ἀργύρῳ ἀποπατεῖ, ὁ δὲ οὐδὲ ἄρτου μετέχει. Τίς ἡ μανία; τίς ἡ θηριωδία ἡ τοσαύτη; Γένοιτο μὴ ἐλθεῖν ἡμᾶς εἰς τὴν πεῖραν τοῦ ἐπεξελθεῖν τοῖς ἀπειθοῦσι, μηδὲ εἰς

ἀγανάκτησιν τοῦ ταῦτα ἐπιτρέψαι, ἀλλ' ἑκόντας καὶ ἀνεχομένους ταῦτα